Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Οἰκέτης ἐτύγχανε Καρποφόρου τινὸς ἀνδρὸς πιστοῦ ὄντος ἐκ τῆς Καίσαρος οἰκίας. τούτῳ ὁ Καρποφόρος, Καρποφόρος, ἅτε ὡς πιστῷ, χρῆμα οὐκ ὀλίγον κατεπίστευσεν, ἐπαγγειλαμένῳ κέρδος προσοίσειν ἐκ πραγματείας τραπεζιτικῆς· ὃς λαβὼν τράπεζαν ἐπεχείρησεν ἐν τῇ λεγομένῃ πισκινῇ πουπλικῇ, ᾡ οὐκ ὀλίγαι παραθῆκαι τῷ χρόνῳ ἐπιστεύθησαν ὑπὸ χηρῶν καὶ ἀδελφῶν προσχήματι τοῦ Καρποφόρου· ὁ δὲ ἐξαφανίσας τὰ πάντα ἠπόρει. οὗ ταῦτα πράξαντος, οὐκ ἔλιπεν ὃς ἀπαγγείλῃ τῷ Καρποφόρῳ·

ὁ δὲ ἔφη ἀπαιτήσειν λόγους παρ αὐτοῦ. ταῦτα συνιδὼν ὁ Κάλλιστος καὶ τὸν παρὰ τοῦ δεσπότου κίνδυνον ὑφορώμενος, ἀπέδρα τὴν φυγὴν κατὰ θάλασσαν ποιούμενος· ὃς εὑρὼν πλοῖον ἐν τῷ Πόρτω̣ ἕτοιμον πρὸς ἀναγωγήν, ὅπου ἐτύγχχανε πλέον ἀνέβη πλευσόμενος. ἀλλ᾿ οὐδὲ οὕτως λαθεῖν δεδύνηται οὐ γὰρ ἔλιπεν ὃς ἀπαγγείλῃ τῶ Καρποφόρῳ τὸ γεγενημένον.

ὁ δὲ ἐπιστὰς κατὰ τὸν λιμένα ἐπειρᾶτο ἐπὶ τὸ πλοῖον ὁρμᾶν κατὰ <τὰ> μεμηνυμένα· τοῦτο δὲ ἠν ἑστὸς ἐν μέσῳ τῷ λιμένι. τοῦ δὲ πορθμέως βραδύνοντος, ἰδὼν πόρρωθεν ὁ Κάλλιστος τὸν δεσπότην, ὢν ἐν τῷ πλοίῳ καὶ γνοὺς ἑαυτὸν συνειλῆφθαι, ἠφεί΄δησε τοῦ ζῆν, καὶ ἔσχατα ταῦτα λογισάμενος ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν.

οἱ δὲ ναῦται καταπηδήσαντες εἰς τὰ σκάφη ἄκοντα αὐτὸν ἀνείλοντο, τῶν δὲ] [*](5 ἐλλλέγχοντες Ρ 8 παραβίαν Ρ ἐνδομοιψοῦντα Ρ 11 φανερά We. (vgl. X 8): ταχεῖα Ρ τάχα und εὐήθης Wordsworth bei Bunsen 12 ἐπικε· χειρημέναι Ρ 16 ἐπαγγειλαμένῳ Wordsworth: ἐπαγγειλάμενος Ρ 18 πισκίνῃ Sauppe τῷ <τότε> Cruice 20 ἐξαφανήσας Ρ ἔλειπεν Ρ 21 We.: ἀπαιτεῖν Ρ, ἀπαιτεῖν ἂν Wordswortli 24 ὅποι Roeper 25 πλέον Wordsworth Roeper: πλέων Ρ 27 + τὰ Wordsworth 29 πόρροθεν Ρ 30 συνηλεῖφθαι Ρ, verb. Wordsworth 32 δὲ > Sauppe, δὴ Kloet.)

247
ἀπὸ τῆς τῆς μεγάλα βοώντων· καὶ οὕτως τῷ δεσπότῃ παραδοθεὶς ἐπανήχθη εἰς τὴν Ῥώμην, ὃν ὁ δεσπότης εἰς πίστρινον κατέθετο.