Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὸ δὲ κάλλος ἐκείνου τοῦ υἱοῦ τοῦ ἀνθρώπου μέχρι νῦν πᾶσίν ἐστιν ἀκατάληπτον ἀνθρώποις, ὅσοι περὶ τὸ γέννημα τῆς θηλείας εἰσὶ πεπλανημένοι. γέγονεν οὖν, φησίν, ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου οὐδὲν τῶν ἐνθάδε, οὐδὲ ἔσται πώποτε, τά δὲ γεγονότα πάντα οὐκ ἀπὸ ὅλου, ἀλλὰ ἀπὸ μέρους τινὸς γέγονε τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ἔστι γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἰῶτα ἕν, μία κεραία, ῥυεῖσα ἄνωθεν, πλήρης, ἀποπληροῦσα πάντας, ἔχουσα ἐν ἑαυτῇ ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ πατὴρ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

γέγονεν οὖν κόσμος, ὥς φησι Μωϋσῆς, ἐν ἕξ ἡμέραις, τουτέστιν ἐν ἓν δυνάμεσι ταῖς ἐν τῇ μιᾷ κεραίᾳ τοῦ ἰῶτα· ἑβδόμη κατὰπαυσις καὶ σάββατον ἀπὸ τῆς ἑβδομάδος γέγονε τῆς ἐκεῖ * * * γῆς καὶ ὔδατος καὶ πυρὸς καὶ ἀέρος, ἐξ ὧν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς.

οἴ τε γὰρ κύβοι καὶ τά ἀκτάεδρα καὶ <αἱ> πυραμίδες καὶ πάντα τά τούτοις παραπλήσια σχήματα, ἐξ ὧν συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, τῶν τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου τελείου τέλειος.

ὅταν οὖν, φησίν, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην ποι- [*](4 Κοί. 1, 19 und 2, 9 contaminiert wie V 12, 5 — 8 Mt. 11, 27 — 13 19 vgl. Χ 17, 1. 2 Ende — 15f vgl. S.231, 14f — 20 —22 vgl. Gen. 1, 3 ff. 2, 3 — 20 — S. 234, 3 vgl. X 17, 3. 4 — 21 vgl. VI 13, 1 τῶν δὲ ἓξ δυνάμεων τούτων καὶ τῆς ἑβδόμης τῆς μετὰ τῶν ἔξ VI 14, 1 — 24 ff Plafco, Timaios 55 D ff — 28 Exod. 7 ff, bes. 7, 15 τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ἄφιν vgl. S. 112, 15 f) [*](1 ἐννεὰς] ἐνὰς Ρ 2 πολυσχεδεῖς Ρ 3 μία Ρ 4 πᾶν τὸ] παντὸς Ρ 5 τοσαῦται We. 9 ὡς ö.: εἰς Ρ γένημα Ρ 10 ἀκτῖνες Miller: καὶ τινες Ρ 17 μιᾷ κεραία ῥυείση Ρ, verb. ö. (s. H) πλήρεις Ρ 22 σαββάτου Ρ εὑδομάδος Ρ τῆς ἐπὶ γῆς Cruice ücke ö. (s. H) 24 + αἱ Η ö. 28 ῥάυδον Ρ)

234
κίλως εἰς τὰ πάθη τὰ κατὰ τὴν Αἴγυπτον, ἄτινα, φησίν, ἐστὶ τῆς κτίσεως ἀλληγορού<μενα> σύμβολα, οὐκ εἰς πλείονα πάθη τῶν δέκα σχηματίζει τὴν ῥάβδοι, ἥτις ἐστὶν ἡ μία κεραία. διπλῆ, ποικίλη αὕτη, φησίν, ἐστὶν ἡ δεκάπληγος, ἡ κοσμικὴ κτίσις.