Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὕτως ὄντος αὐτοῦ τῇ δυνάμει γενέσθαι τὸν υἱὸν λογισμοῦ καὶ βουλήσεως τάχιον.

καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον ἐν ταῖς γραφαῖς· ἦν καὶ ἐγένετο, ὅπερ ἐστίν· ὃ] ἠν ἄνθρωπος, καὶ ἐγένετο υἱὸς αὐτοῦ, ὥς τις εἴποι· ἠν πῦρ καὶ ἐγένετο φῶς, ἀχρόνως καὶ ἀβουλήτως καὶ ἀπροορίστως ἅμα τῷ εἶναι τὸ πῦρ.

ὀ δὲ ἄνθρωπος οὖτος μία μονάς ἐστιν ἀσύνθετος ἀδιαίρετος, συνθετὴ διαιρετή, πάντα φίλη, πάντα εἰρηνική, πάντα μαχίμη, πάντα πρὸς ἑαυτὴν πολέμιος, ἀνόμοιος ὁμοία, οἱονεί τις ἁρμονία μουσικὴ πάντα ἔουσσα ἐν ἑαυτῇ, ὅσ’ ἄν τις εἴπῃ καὶ παραλείπῃ μὴ νοήσας, πάντα ἀναδεικνύουσα, πάντα γεννῶσα. αὕτη μήτηρ, αὕτη πατήρ, τὰ δύο ἀθάνατα ὀνόματα.

ὑποδείγματος δὲ χάριν τοῦ τελείου ἀνθρώπου κατανόει, φησί, μεγίστην εἰόνα ἰῶτα ἴν, τὴν μίαν κεραίαν, ἥτις ἐστὶ κεραία μία ἀσύνθετος, ἁπλῆ, μονὰς εἰλικρινὴς ἐξ οὐδενὸς ὅλως τὴν σύνθεσιν ἔχουσα, συνθετή, πολυειδής, πολυσχιδής, πολυμερής.