Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Πῶς καὶ ὁ Θεόδοτος πεπλάνηται, ἃ μὲν τῶν Ἐβιωναίων ἐρανισάμενος <ἃ δὲ τοῦ Κηρίνθου>.

Καὶ τίνα Κέρδωνι ἔδοξε, καὶ αὐτῷ τὰ Ἐμπεδοκλέους εἰπόντι καὶ κακῶς προβιβάσαντι τὸν Μαρκίωνα.

Καὶ πῶς Λουκιανός, μαθητὴς γενόμενος Μαρκίωνος, ἀπηρυθρίασεν ὁμοίως τὸν θεὸν βλασφημῆσαι.

Ὅτι καὶ Ἀπελλῆς γενόμενος <Μαρκίωνος> μαθητὴς οὐ τὰ αὐτὰ τῷ διδασκάλῳ ἐδογμάτισεν, ἀλλὰ ἐκ φυσικῶν δογμάτων κινηθεὶς τὴν οὐσίαν τοῦ παντὸς ὑπέθετο.

Πελάγει κλυδωνιζομένῳ ὑπὸ βίας ἀνέμων ἐοικότα ὁρῶντας τὰ τῶν αἱρετικῶν δόγματα ἐχρῆν τοὺς ἀκροατὰς παραπλεῖν ἐπιζητοῦντας τὸν εἴδιον λιμένα. τὸ γὰρ τοιοῦτον πέλαγός ἐστι καὶ θηρι- ῶδες καὶ δύσβατον, ὡς εἰπεῖν τὸ Σικελιωτικόν, ἐν ᾧ μυθεύεται Κύκλωψ καὶ Χάρθβδις καὶ Σκύλλα (ἔτι δὲ καὶ) τὸ Σειρήνων ὄρος, ὃ διαπλεῦσαι φάσκουσι τὸν Ὀδυσσέα Ἑλλήνων οἱ ποιηταὶ πανούργως χρησάμενον τῇ τῶν παραξένων θηρῶν δεινότητι· διάφορος γὰρ ἡ [*](20 ff ι 106ff. μ 154ff) [*](1 σατρονεῖλος Ρ Βασιλείδης Ρ λέων Ρ: σχεδὸν Gö., > > We. Βασιλίδῃ συνακμάσας Miller + συν Miller 2 Μένανδρος Miller: ἀνδρὸς Ρ ἐπέβαλε τὸ Ρ 4 αὐτοῦ] αὐτὸ Ρ 8 ἐγγράφων Ρ 9 συνεστήσαντο Ρ 10 σεωναίοις βι (so) Ρ ἱουδαϊκοῖς Ρ 12 ἐβιωναίων ευι Ρ 13 #x003C; #x003E; Miller, vgl. VII 35: ἃ δὲ τῶν γνωστικῶν Cruice 14 σακέρδωνι Ρ 16 Lucanus Tert. Adv. haer. 6, Filastrius C. 46 8, Lipsius, Zur Quellenkritik des Ep. S. 207; Hilgenfeld S. 530 16f ἀπηρυθρίασε μόνος Ρ, verb. Gö., > Cruice 17 ἐβλασφήμησεν Ρ, verb. Miller 18 ὅτι Ρ: οὗ Miller + Μαρκίωνος Klost. 21 ὁρῶντες Ρ 24 <φέρ᾿> εἰπεῖν? We. 25 σκύλα, dann fehlen 8—9 Lettern, ergänzt von Miller, der καὶ gelesen will (ich sehe nur seinen Accent), σκόπελος καὶ Roeper 27 παραξένων θηρῶν Wordsworth, St. Hippolytus, London 1853 S. 301 s. mein Register (θηρίων Gö.): πράξεων θηρῶν Ρ, παραδόξεν θ. Miller, ἐμπλάστων κηρῶν Roeper)

191
τούτων ὠμότης πρὸς τοὺς διαπλέοντας ἦν.

αἱ δὲ Σειρῆνες λιγὺ ᾄδουσαι καὶ μουσικὸν ἠπάτων τοὺς παραπλέοντας, πείθουσαι ἡδείᾳ φωνῇ προσάγειν τοὺς ἀκροωμένους. τοῦτο μαθόντα φασὶ τὸν Ὀδυσσέα κατακηρῶσαι τὰς ἀκοὰς τῶν ἑπαίρων, ἑαυτὸν δὲ τῷ ξύλῳ προσδήσαντα παραπλεῦσαι ἀκινδύνως τὰς Σειρῆνας κατακούσαντα τῆς τούτων ᾠδῆς.

ὃ ποιῆσαι τοῖς ἐντυγχάνουσιν συμβουλεύω καὶ ἢ τὰ ὦτα κατακηρώσαντας δι᾿ ἀσθένειαν διαπλεῦσαι τὰ τῶν αἱρέσεων δόγματα μηδὲ κατακούσαντας πείθειν εὐκόλως δυνάμενα πρὸς ἡδονήν, ὡς λιγυρὸν ᾆσμα Σειρήνων, ἢ ἑαυτὸν τῷ ξύλῳ Χριστοῦ προσδήσαντα πιστῶς κατακούσαντα μὴ ταραχθῆναι, πεποιθότα ᾧ προσέσφιγκται, καὶ ἑστηκέναι ὀρθῶς.

Ἐπειδὴ οὖν ἐν ταῖς πρὸ ταύτης βίβλοις ἓξ ἐκτεθείμεθα τὰ πρότερα, δοκεῖ νῦν τὰ Βασιλείδου μὴ σιωπᾶν <ὄν>τα Ἀριστοτέλους τοῦ Σταγειρίτου δόγματα, οὐ Χριστοῦ. ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται τὰ Ἀριστοτέλει δοκοῦντα, οὐδὲ νῦν ὀκνήσομεν προϋποθέσθαι ἐν συντόμῳ, πρὸς τὸ τοὺς ἐντυγχάνοντας διὰ τῆς τούτων ἔγγιον ἀντιπαραθέσεως συνιδεῖν εὐκόλως τὰ ὑπὸ Βασιλείδου ὄντα Ἀριστοτελικὰ σοφιστευματα.

Ἀριστοτέλης μὲν οὖν τὴν οὐσίαν διαιρεῖ τριχῶς. ἔστι γὰρ αὐτῆς τὸ μέν τι γένος τὸ δέ τι εἶδος, ὡς ἐκεῖνος λέγει, τὸ δέ τι ἄτομον· ἄτομον δὲ οὐ διὰ σμικρότητα σώματος, ἀλλὰ φύσει τομὴν ἀναδέξασθαι μηδ᾿ ἡντιναοῦυν δυνάμενον.

τὸ δὲ γένος ἐστὶν οἱονεὶ σωρός τις ἐκ πολλῶν καὶ διαφόρων καταμεμιγμένος σπερμάτων, | ἀφ᾿ οὑ γένους οἱονεί τινος σωροῦ πάντα τὰ τῶν γεγονότων εἴδη [*](f. 86v) διακέκριται. καὶ ἔστι τὸ γένος (ἕν) ὂν πᾶσι τοῖς γεγενημένοις ἀρκοῦν. ἵνα δὲ σαφὲς ἔσται τὸ λεγόμενον, δείξω διά του παραδείγματος, δι᾿ οὗ ἐπὶ τὴν ὅλην τοῦ Περιπάτου θεωρίαν ἀναδραμεῖν ἔσται.