Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ ἐκ τῶν γραφῶν γραφῶν πρὸς τοὺς προειρημένουυς ἀριθμοὺς ἐφευρίσκοντες σύμφωνα κατηγοροῦσι Μωσέως καὶ τῶν προφητῶν, φάσκοντες ἀλληγορικῶς αὐτοὺς τὰ μέτρα τῶν αἰώνων λέγειν, ἃ παρατιθέναι μοι οὐκ ἔδοξε, <ὄν> φλύαρα ἀσύστατα, ἤδη τοῦ μακαρίου πρεσβυτέρου Εἰρηναίου δεινῶς καὶ πεπονημένης [ὠς] τὰ δὄγματα αὐτῶν διελέγξαντος, Ι παρ’ οὗ καὶ αὐτῶν [*](f. 85ν) ἐφευρήματα <παρειλήφαμεν> ἐπιδεικνύντες αὐτοὺς Πυθαγορείου καὶ ἀστρολόγων περιεργίας ταῦτα σφετερισαμένους ἐγκαλεῖν Χριστῷ ὡς ταῦτα παραδεδωκότι.

ἀλλ' ἐπεὶ ἱκανῶς νομίζω καὶ τὰ τούτων φλύαρα δόγματα ἐκτεθεῖσθαι σαφῶς τε ἐπιδεδεῖχθαι, τίνων εἶεν μαθηταὶ Μάρκος τε καὶ Κολάρβασος, οἱ τῆς Οὐαλεντίνου σχολῆς διάδοχοι γενόμενοι, ἴδωμεν τί λέγει καὶ Βασιλείδης.

Τάδε ἔνεστιν έν τῇ ἑβδόμῃ τοῦ κατὰ πασῶν αἰρέσεων ἐλέγχου·

Τίς ἡ δόξα Βασιλείδου, καὶ ὅτι τοῖς Ἀριστοτέλους δόγμασι καταπλαγεὶς ἐξ αὐτῶν τὴν αἵρεσιν συνέστησε.

[*](4 — 6 Iren. Ι 18, 1 S. 169 Η. καὶ περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες καθ εκάστην ἡμέραν ἐπιγεννᾷ ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερόν τι. τέλειος γὰρ οὐδεὶς ὁ μὴ μεγάλα ψεύσματα παρ’ αὐτοῖς καρποφορήσας)[*](1 δὲ Ρ: τε Epiph. > Iren. lat. ἐπικολουθηκέναι Ρ 2 κατάλυσιν θέντωντῶν χρόνων ~ Iren. 5 καινότερα (vgl. Iren.) Buusen, Analecta Ι 360 κενώτερα Ρ 6 μείζονας αἰῶνας Bunsen a. a. Ο. 9 ἀληγορικῶς Ρ 10 ὄντα Miller: τὰ Ρ 11 ff πεπονημένος 12 καὶ αὐτῶν #x003E; We. 13 <> Gö: Cruice, μετειλήφαμεν Bunsen αὐτοὺς <ἀπὸ> We. 14 σφετερησαμένους 15 ὡς > ö. ταὐτὰ Bunsen παραδεδωκότι Bunsen a. a. Ο. S. 361, Scott: Ρ 18 λέγειν Ρ 19 f Titel rot auf derselben Zeile wie Schlu B. VI, ἐλέγχου a. R. aus Raummangel Ρ 21 ἐλλέγχου Ρ)
190

Καὶ τίνα Σατορνεῖλος λέγει ὁ Βασιλείδῃ [λέων] <συν> ακμάσας.

Πῶς δὲ<Μέν> ανδρος ἐπεβάλετο εἰπεῖν ὑπὸ ἀγγέλων τὸν κόσμον γεγονέναι.

Τίς ἡ Μαρκίωνος ἀπόνοια, καὶ ὅτι τὸ δόγμα αὐτοῦ οὐ καινὸν οὐδὲ ἐξ ἁγίων γραφῶν, ἀλλὰ Ἐμπεδοκλέους τυγχάνει.

Πῶς Καρποκράτης ματαιάζει, καὶ αὐτὸς ὑπὸ ἀγγέλων τὰ ὄντα φάσκων γεγενῆσθαι.

Ὅτε Κήρινθος μηδὲν ἐκ γραφῶν, ἀλλ᾿ ἐκ τῶν Αἰγυπτίοις δοξάντων δόξαν συνεστήσατο.

Τίνα τὰ τοῖς Ἐβιωναίοις δοκοῦντα, καὶ ὅτι ἤθεσιν Ἰουδαϊκοῖς μᾶλλον προσέχουσι.