Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἡ μὲν οὐν πρώτη καὶ καθαριωτάτη Μαρκίωνος αἵρεσις, ἐξ ἀγαθοῦ καὶ κακοῦ τὴν σύστασιν ἔχουσά, Ἐμπεδοκλέους ἡμῖν εἶναι πεφανέρωται· ἐπεὶ δὲ ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις νῦν καινότερόν τι ἐπεχείρησε Μαρκιωνιστής τις Πρέπων Ἀσσύριος, πρὸς (B)αρδησιάνην τὸν Ἀρμένιον ἐγγράφως ποιήσασθαι λόγους περὶ τῆς αἱρέσεως. οὐδὲ τοῦτο σιωπήσομαι.

τρίτην φάσκων δίκαιον εἶναι ἀρχὴν καὶ μέσην ἀγαθοῦ καὶ κακοῦ τεταγμένην, οὐδ’ οὕτως δὴ ὁ Πρέπων τὰς Ἐμπεδοκλέους διαφυγεῖν ἴσχυσε δόξας.

κόσμον γάρ φησιν εἶναι ὁ Ἐμπεδοκλῆς τὸν ὑπὸ τοῦ νείκους διοικούμενον τοῦ πονηροῦ καὶ ἕτερον νοητὸν τὸν ὑπὸ τῆς φιλίας, καὶ εἶναι ταύτας τὰς διαφερούσας ἀρχὰς δύο ἀγαθοῦ κοὶ κακοῦ, μέσον δὲ εἶναι τῶν διαφόρων ἀρχῶν δίκαιον λόγον, καθ᾿ ὃν συγκρίνεται τὰ διῃρημένα ὑπὸ τοῦ νείκους καὶ προσαρμόζεται κατὰ τὴν φιλίαν τῷ ἑνί.

τοῦτον δὲ αὐτὸν τὸν δίκαιον λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον Μοῦσαν ὁ Ἐμπεδοκλῆς προσαγορεύων, καὶ αὐτὸς αὑτῷ συναγωνίζεσθαι παρακαλεῖ, λέγων ὧδέ πως· [*](3 vgl. Hilgenfeld S. 528 Anm. 869 — 5 f Ι Tim. 4, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς .... ἐ̓κτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς — ἀλήθειαν, vgl. Hilgenfeld S. 529 Anm. 874 — 7 Καθαρμούς] aber Hipp, hat vorher nur Περὶ φύσεως benutzt, nicht die Καθαρμοί — 17 Über den Streit des B. mit den Marcioniten s. Eusebius KG iV 30, 1 (Epiph. LVI 1); Zahn, Forschungen 1 378 ff) [*](2 ἐγκαταλύπτη Ρ 4 εἰ τοῦ Ρ εὐαγγελήζη Ρ 9 ἕδρανον? We. 10 καὶ κολασμένης Ρ 14 αἴρεσις Ρ 16 ἐπὶ Ρ κενώτερόν Ρ 17 μαρκίων, νῆστίς τις Ρ, verb. Bunsen 1 370 (1 68) ἀσύριος Ρ Βαρδησιάνης schreibt auch Epiph. LVI 18 ποιήσας Scott, ποιησάμενος We. 20 οὕτως ö.: οὗτος Ρ δὴ Miller: δὲ Ρ τῆς — 21 δόξης Ρ, verb. ö. 27 συναγονιζόμενον Ρ 28 αὐτῶ Ρ)

217
  • εἰ γὰρ ἐφημερίων ἕνεκεν τινός, ἄμβροτε Μοῦσα,
  • ἡμετέρας μελέτας † διὰ φροντίδος ἐλθεῖν,
  • εὐχομένῳ νῦν αὖτε παρίστασο, Καλλιόπεια,
  • ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι.