Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

  • γαῖα δ᾿ ἐς αὐγὰς
  • ἠελίου φαέθοντος, ὁ δ᾿ αἰθέρος ἔμβαλε δίναις·
  • ἄλλος <δ᾿> ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ
  • μισουμένας οὐν τὰς Ψυχὰς καὶ βασανιζομένας καὶ κολαζομένας ἐν τῷδε τῷ κόσμῳ κατὰ τὸν Ἐμπεδοκλέα συνάγει ἡ φιλία, ἀγαθή τις οὐσα καὶ κατοικτείρουσα τὸν στεναγμὸν οὐτῶν καὶ τὴν ἄτακτον καὶ πονηρὰν τοῦ νείκους τοῦ μαινομένου κατασκευὴν καὶ ἐξάγειν κατ’ ὀλίγον ἐκ τοῦ κόσμου καὶ προσοικειοῦν τῷ ἑνὶ σπεύδουσα καὶ κοπιῶσα.

    ὅπως τὰ πάντα εἰς τὴν ἑνότητα καταντήσῃ ὑπ’ αὐτῆς ἀγόμενα. διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου νείκους διακόσμησιν τοῦδε τοῦ μεμε- πισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γάρ φησι τὰ σώματα τῶν ζῴων τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκητήρια· καὶ ἐγκρατεῖς εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἴνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων, ὡν δημιουργεῖ τὸ νεῖκος, τὸ τῆς φιλίας ἔργον λύον ἀεὶ καὶ διασπῶν.

    τοῦτον εὶναί φησιν ὁ Ἐμπεδοκλῆς νόμον μέγιστον τῆς τοῦ παντὸς διοικήσεως, λέγων ὧδέ πως·

  • ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
  • ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις,
  • ἀνάγκην καλῶν τὴν ἐξ ἑνὸς εἰς πολλὰ κατὰ τὸ νεῖκος καὶ ἐκ πολλῶν εἰς ἔν κατὰ τὴν φιλίαν μεταβολήν· θεοὺς δέ, ὡς ἔφην, τέσσαρας μὲν θνητούς, πῦρ, ὕδωρ, γῆν, ἀέρα, δύο δὲ ἀθανάτους, ἀγενήτους, πολεμίους ἑαυτοῖς διὰ παντός, τὸ νεῖκος καὶ τὴν φιλίαν·

    καὶ τὸ μὲν νεῖκος ἀδικεῖν διὰ παντὸς καὶ πλεονεκτεῖν καὶ ἀποσπᾶν τά τῆς φιλίας καὶ ἑαυτῷ προσνέμειν, τὴν δὲ φιλίαν ἀεὶ καὶ διὰ παντός, ἀγαθήν τινα οὖσαν καὶ τῆς ἑνότητος ἐπιμελουμένην, τὰ ἀπεσπασμένα τοῦ παντὸς καὶ βεβασανισμένα καὶ κεκολασμένα ἐν τῇ κτίσει ὑπὸ τοῦ δημιουργοῦ ἀνακαλεῖσθαι καὶ προσάγειν καὶ ὲν ποιεῖν.

    τοιαύτη τις ἡ κατὰ τὸν Ἐμπεδοκλέα ἡμῖν ἡ τοῦ κόσμου γένεσις καὶ φθορὰ καὶ σύστασις ἐξ ἀγαθοῦ καὶ κακοῦ συνεστῶσα φιλοσοφεῖται. εἶναι δέ [*](7 S. S. 212, 23 — 19 Empedokles a. a. Ο. V. 1. 2) [*](1 εἰς Ρ 2 ὅδ’ αἰθέρος ἔμβαλλε Ρ 3 δ’ > Ρ 7 κατὰ σκευὴν 9 ἀγόμενα so Ρ 11 πάντων <τῶν> We., πάντως Klost. 14 τοὺς so P 14 f διδάσκειν Ρ 15 συνεργάζονται καὶ συνεπιλαμβάνονται Ρ 19 ἔστιν] ἔστι τι Ρ ἀνάγκη (nicht ἀνάγκης) Ρ 20 πλατέεσι κατεσφραγισμένον ὅρκοις Ρ 23 ἀγεννήτους Ρ 29 ἓν ποιεῖν ö.: ἐμποιεῖν Ρ, ἑνοποιεῖν Miller 30 ἡ1 > We.)

    215
    φησι καὶ νοητὴν τρίτην τινὰ δύναμιν, ἣν καὶ ἐκ τούτων ἐπινοεῖσθαι δύνασθαι, λέγων ὡδέ πως·

  • εἰ γὰρ καὶ ἐν σφαδινῇσιν ὑπὸ πραπίδεσιν ἐρείσας
  • εὐμενέως καθαρῇσιν ἐποπτεύεις μελέτῃσιν,
  • ταῦτα δέ σοι μάλα πάντα δι᾿ αἰῶνος παρέσονται,
  • ἄλλα τε πόλλ’ ἀπὸ τῶνδε κτ . . ηται· αὐτὰ γὰρ αὔξει
  • ταῦτ᾿ εἰς ἦθος ἕκαστον, ὅπη φύσις ἐστὶν | ἑκάστῳ. f. 98r
  • εἰ δὲ σύ γ’ ἀλλοίων ἐπορέξεαι οἷα κατ’ ἄνδρας
  • μυρία δειλὰ πέλονται ἅ τ᾿ ἀμβλύνουσι μέριμναι,
  • ἦ σ’ ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο
  • σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἱκέσθαι·
  • πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν.
  • Ἐπειδὰν οὖν Μαρκίων ἢ τῶν ἐκείνου κυνῶν τις ὑλακτῇ κατὰ τοῦ δημιουργοῦ, τοὺς ἐκ τῆς ἀντιπαραθέσεως ἀγαθοῦ καὶ κακοῦ προφέρων λόγους, δεῖ αὐτοῖς λέγειν, ὅτι τούτους οὔτε Παῦλος ὁ ἀπόστολος οὔτε Μάρκος ὁ κολοβοδάκτυλος ἀνήγγειλαν — τούτων γὰρ οὐδὲν ἐν τῷ <κατὰ> Μάρκον εὐαγγελίῳ γέγραπται —, ἀλλὰ Μέτωνος Ἀκραγαντῖνος, ὃν συλαγωγῶν μέχρι νῦν λανθάνειν ὑπελάμβανε τὴν διαταγὴν πάσης τῆς κατ᾿ αὐτὸν αἱρέσεως ἀπὸ τῆς Σικελίας εἰς τοὺς εὐαγγελικοὺς λόγους μεταφέρων αὐταῖς λέξεσι.

    φέρε γάρ, ὠ Μαρκίων, καθάπερ τὴν ἀντιπαράθεσιν πεποίηκας ἀγαθοῦ καὶ κακοῦ, ἀντιπαραθῶ κἀγὼ σήμερον κατακολουθῶν τοῖς σοῖς, ὡς ὑπο- [*](7 Empedokles Fr. 110 D., der letzte V. auch bei Sext., sonst nur bei Hipp, überliefert. Ich gebe im Apparat nur die von Diels aufgenommenen Emendationen, meist von Schn(eidewin) Philol. VI 166 — 14. 21 Anspielung auf Marcions Antithesen — 16 κολοβοδάκτυλος] alte VoiTede zu Marcus (s. Zahn, Einleitung IP S. 211 f; s. auch Zahn, Gesch. des neutest. Kanons I S. 621): amputasse sibi post fidem pollicem dicitur, ut saeerdotio reprobus haberetur (Corssen T. U, XV 1 S. 10, 10)) [*](1 καὶ νοητὴν Miller: καινὸν τὴν Ρ 3 κέν σφ’ ἀδινῇσιν Sehn. Emp. σφαδίνησιν Ρ 4 ἐποπτεύσῃς Sehn. Emp. 5 δὲ] τε Sehn. δέ τοι μάλα Diels nach β 306 μᾶλλα Ρ 6 τῶνδεκτ .. ηται Ρ (κτ(η. . η)ται exesis partim litteris η Ρ Diels): τῶνδ’ ἐκτήσεαι (oder τῶν κεκτήσεαι Meineke, Ζ. f. Altertumswiss. Χ 376) Diels ἄζει und Ζ. 7 ἔθνος Heidel, Proceedings of American Acad. XLVIII S. 426ff 7 ἦξει MiUer: ἔθος Ρ S σὺ τάλλ’ οἰῶν ἑπιρέξεις Ρ, verb. Sehn. 9 δεῖλα Sehn.: δῆλα Ρ ἅ τ’ Diels: τά τ’ Ρ μερίμνας Sehn. 10 ἦ σ’ Meineke, Ζ. für Altertumswiss. Χ 376: σῆς Ρ περιπλομένοις Ρ 11 γέναν Ρ 12 Ρ, verb. nach Sext. Sehn. 14 κακοῦ Gö.: καλοῦ Ρ 16 οὐδὲν] οὐδὲν] 17 † κατὰ Miller 18 Μέτωνος Miller: μιῶνος Ρ)

    216
    λαμβάνεις, δόγμασι. δημιουργὸν φῂς εἶναι τοῦ κόσμου πονηρόν· εἶτα οὐκ ἐγκαλύπτῃ τοὺς Ἐμπεδοκλέους λόγους τὴν ἐκκλησίαν κατηχῶν;

    ἀγαθὸν φης εἶναι θεὸν καταλύοντα τὰ τοῦ δημιουργοῦ ποιήματα· εἶτ᾿ οὐ καταφανῶς τὴν Ἐμπεδοκλέους φιλίαν εὐαγγελίζῃ τοῖς ἀκροωμένοις τὸν ἀγαθόν; κωλύεις γαμεῖν, τεκνοῦν, ἀπέχεσθαι βρωμάτων, ὡν ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιδτοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν· τοὺς Ἐμπεδοκλέους λανθάνεις διδάσκων Καθαρμούς.

    ἑπόμενος γὰρ ὡς Μῶς κατὰ πάντα τούτῳ τὰ βρώματα παραιτεῖσθαι τοὺς ἑαυτοῦ μαθητὰς διδάσκεις, ἴνα μὴ φάγωσι σῶμά τι λείψανον Ψυχῆς ὑπὸ τοῦ δημιουργοῦ κεκολασμένης· λύεις τοὺς ὑπὸ τοῦ θεοῦ συνηρμοσμένους γάμους τοῖς Ἐμπεδοκλέους ἀκολουθῶν δόμασιν, ἵνα σοι φυλαχθῇ τὸ τῆς φιλίας ἔργον ἓν ἀδιαίρετον. διαιρεῖ γὰρ ὁ γάμος κατὰ Ἐμπεδοκλέα τὸ ὲν καὶ ποιεῖ πολλά, καθὼς ἀπεδείξαμεν.

    Ἡ μὲν οὐν πρώτη καὶ καθαριωτάτη Μαρκίωνος αἵρεσις, ἐξ ἀγαθοῦ καὶ κακοῦ τὴν σύστασιν ἔχουσά, Ἐμπεδοκλέους ἡμῖν εἶναι πεφανέρωται· ἐπεὶ δὲ ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις νῦν καινότερόν τι ἐπεχείρησε Μαρκιωνιστής τις Πρέπων Ἀσσύριος, πρὸς (B)αρδησιάνην τὸν Ἀρμένιον ἐγγράφως ποιήσασθαι λόγους περὶ τῆς αἱρέσεως. οὐδὲ τοῦτο σιωπήσομαι.

    τρίτην φάσκων δίκαιον εἶναι ἀρχὴν καὶ μέσην ἀγαθοῦ καὶ κακοῦ τεταγμένην, οὐδ’ οὕτως δὴ ὁ Πρέπων τὰς Ἐμπεδοκλέους διαφυγεῖν ἴσχυσε δόξας.

    κόσμον γάρ φησιν εἶναι ὁ Ἐμπεδοκλῆς τὸν ὑπὸ τοῦ νείκους διοικούμενον τοῦ πονηροῦ καὶ ἕτερον νοητὸν τὸν ὑπὸ τῆς φιλίας, καὶ εἶναι ταύτας τὰς διαφερούσας ἀρχὰς δύο ἀγαθοῦ κοὶ κακοῦ, μέσον δὲ εἶναι τῶν διαφόρων ἀρχῶν δίκαιον λόγον, καθ᾿ ὃν συγκρίνεται τὰ διῃρημένα ὑπὸ τοῦ νείκους καὶ προσαρμόζεται κατὰ τὴν φιλίαν τῷ ἑνί.

    τοῦτον δὲ αὐτὸν τὸν δίκαιον λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον Μοῦσαν ὁ Ἐμπεδοκλῆς προσαγορεύων, καὶ αὐτὸς αὑτῷ συναγωνίζεσθαι παρακαλεῖ, λέγων ὧδέ πως· [*](3 vgl. Hilgenfeld S. 528 Anm. 869 — 5 f Ι Tim. 4, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς .... ἐ̓κτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς — ἀλήθειαν, vgl. Hilgenfeld S. 529 Anm. 874 — 7 Καθαρμούς] aber Hipp, hat vorher nur Περὶ φύσεως benutzt, nicht die Καθαρμοί — 17 Über den Streit des B. mit den Marcioniten s. Eusebius KG iV 30, 1 (Epiph. LVI 1); Zahn, Forschungen 1 378 ff) [*](2 ἐγκαταλύπτη Ρ 4 εἰ τοῦ Ρ εὐαγγελήζη Ρ 9 ἕδρανον? We. 10 καὶ κολασμένης Ρ 14 αἴρεσις Ρ 16 ἐπὶ Ρ κενώτερόν Ρ 17 μαρκίων, νῆστίς τις Ρ, verb. Bunsen 1 370 (1 68) ἀσύριος Ρ Βαρδησιάνης schreibt auch Epiph. LVI 18 ποιήσας Scott, ποιησάμενος We. 20 οὕτως ö.: οὗτος Ρ δὴ Miller: δὲ Ρ τῆς — 21 δόξης Ρ, verb. ö. 27 συναγονιζόμενον Ρ 28 αὐτῶ Ρ)

    217
  • εἰ γὰρ ἐφημερίων ἕνεκεν τινός, ἄμβροτε Μοῦσα,
  • ἡμετέρας μελέτας † διὰ φροντίδος ἐλθεῖν,
  • εὐχομένῳ νῦν αὖτε παρίστασο, Καλλιόπεια,
  • ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι.
  • τούτοις κατακολουθῶν Μαρκίων τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν παντάπασι παρῃτήσατο, ἄτοπον εἶναι νομίζων ὑπὸ τὸ πλάσμα τοῦ ὀλεθριωτάτου νείκους γεγονέναι τὸν λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον, τουτέστι τῷ ἀγαθῷ, ἀλλὰ χωρὶς γενέσεως »ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος« κατεληλυθότα αὐτὸν ἄνωθεν, μέσον ὄντα κακοῦ καὶ ἀγαθοῦ, διδάσκειν »ἐν ταῖς συναγωγαῖς«.

    εἰ γὰρ μεσότης ἐστίν, ἀπήλλακται, φησί, πάσης τῆς τοῦ κακοῦ φύσεως· κακὸς δ᾿ ἐστίν, ὡς λέγει, ὁ δημιουργὸς καὶ τούτου τὰ ποιήματα. διὰ τοῦτο ἀγέννητος κατῆλθεν ὁ Ἰησοῦς, φησίν, ἵνα ᾖ πάσης ἀπηλλαγμένος κακίας. ἀπήλλακται δέ, φησί. καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἵνα ᾖ μεσότης, ὥς φησιν ὁ Παῦλος καὶ ὡς αὐτὸς ὁμολογεῖ·

    τί με λέγετε ἀγαθόν; εἷς ἐστιν ἀγαθός«. ταῦτα μὲν οὖν τὰ Μαρκίωνι δόξαντα, δι’ ὡν ἐπλάνησε πολλοὺς τοῖς Ἐμπεδοκλέους λόγοις χρησάμενος καὶ τὴν ὑπ᾿ ἐκείνου ἐφηυρημένην φιλοσοφίαν ἰδίᾳ δόξῃ μετάγων αἵρεσιν ἄθεον συνεστήσατο·

    ἣν ἱκανῶς ἠλέγχθαι ὑφ’ ἡμῶν νομίζω μηθέν τε καταλελεῖφθαι, ὡν κλεψιλογήσαντες παρ᾿ Ἑλλήνων τοὺς Χριστοῦ μαθητὰς ἐπηρεάζουσιν, ὡς τούτων αὐτοῖς γενομένους διδασκάλους. ἀλλ᾿ ἐπεὶ καὶ τὰ τούτου ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι, ἴδωμεν τί λέγει Καρποκράτης.

    [*](1 Fr. 131 D. — — 9 vgl. Filastrius C. 45. 4 S. 24, — 7 Μ. (vgl. C. 44, 2); Theodoret Ι 24 S. 376AMigne; Tert. Adv. haer. 6 S. 222, — 25 Kr. (Kerdon); Hilgenfeld S. 528 Anm. 870 — 6 — 10 Über den Eingang des Evangeliums Mar- cions s. Zahn, Gescb. des neutest. Kanons II 455f — 8 Luk. 3, 1 — 9 vgl. Iren. I 27, 2 S. 2161 H. — 10 Luk. 4, 15. — 15 Paulus] Rom. 8, 3 τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας? Das Pauluscitat ß wie das folgende Citat sich auf τῆς τοῦ ἀγαθοῦ φύσεως beziehen; also kann Gal. 3, 19 oder I Tim. 2, 5 nicht gemeint sein. — 16 Mark. 10, 18; Luk. 18, 19; Matth. 19, 17 s. zu S. 84, 20 und Epiph. LXH Schul. 50)[*](1 εἰκάραι φημερίων Ρ 2 μελέτας μέλε <μέλε τοι> Diels 3 εὐχομένων Ρ, verb. Sehn. Philol VI 167 4 μακαρίων Ρ 7 ὀλεθριωτάτου Klost.: ὀλεθρίου τὰ τοῦ Ρ, ὀλεθρίου τούτου Miller 7f συναγονιζόμενον Ρ 8 γεννήσεως? Osener, Weihnachtsfest 2 S. 93 22 ἔτη πέντε καὶ δεκάτω Ρ 9 τηβερίου Ρ 11 μεσότης Ρ: μέσος τις ö., μεσίτης nach Gal. 3, 19 Bunsen 13 ἀγένητος Ρ 15 ἡ μεσότης Ρ: ᾐ μέσος τις ö., ᾐ μεσίτης Bunsen Roeper 16 εἱς] εἰ Ρ 19 ἤλεγχεν Ρ 28 <καὶ> Καρποκράτης Gö.)
    218

    Καρποκράτης τὸν μὲν κόσμον καὶ τὰ ἐν αὐτῶ̣ ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων τοῦ ἀγενήτου πατρὸς γεγενῆσθαι λέγει, τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγεννῆσθαι καὶ ὅμοιον τοῖς ἀνθρώποις γεγονότα δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν διαμνημονεῦσαι τὰ ὁρατὰ μὲν αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγενήτου θεοῦ περιφορᾷ, καὶ διὰ τοῦτο ὑπ᾿ ἐκείνου αὐτ(ῇ) καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾿ αὐτῆς δυ- νηθῇ·

    ἣν καὶ διὰ πάντων χωρήσασαν έν πᾶσί τε ἐλευθερωθεῖσαν #x003E; εληλυθέναι αὐτόν, καὶ ὁμοίως καὶ τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκημένην ἐν Ἰουδαϊκοῖς ἔθεσι καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι᾿ ὧν κατήργησε τὰ ἐπὶ κολάσει πάθη προσόντα τοῖς ἀνθρώποις.