Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

  • αἰθέριόν γε, φησί, μένος Ψυχὰς πόντονδε διώκει,
  • πόντος δ᾿ ἐς χθονὸς οὐδας ἀπέπτυσε, γαῖα δ᾿ ἐς αὐγὰς
  • ἠελίου φαέθοντος, ὁ δ’ αἰθέρος ἔμβαλε δίναις·
  • ἄλλος δ᾿ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες.
  • αὕτη ἐστὶν ἡ κόλασις ἣν κολάζει ὁ δημιουργός,

    καθάπερ χαλκεύς τις μετακοσμῶν σίδηρον καὶ ἐκ πυρὸς εἰς ὕδωρ μεταβάπτων· πῦρ γάρ ἐστιν ὁ αἰθήρ, ὅθεν εἰς πόντον μεταβάλλει τὰς ψυχὰς ὁ δημιοργός, χθὼν δὲ ἡ γῆ· ὅθεν φησίν· ἐξ ὔδατος εἰς γῆν, ἐκ γῆς δὲ εἰς τὸν ἀέρα. τούτ᾿ ἐστὶν ὃ λέγει· [*](1 Empedokles Fr. 115, 4. 5 D. Νείκεΐ #003E; θ’ ὅς κ(ε) ἐπίορκον γτλ.) — 5.9. 10. 18 ebenda V. —9 — 18 ebenda V. 9—12) [*](1 κε Emp.: Λ·αὶ Ρ ἐπομόσσῃ Emp. 2 δαίμονες οἵτε Plut. und Hippolyts Paraphrase Ζ; 3: δαιμόνιοί τε Ρ Nach Ζ. 3 las Hipp, μακραίωνες wie Plut. (Klost.) βίοις Ρ 3 μακρεῶνας Ρ 5 μὲν] μιν Emp. bei Plut. ὥρας Ρ ἀλάλησθε Ρ 6 μακαρίας Ρ ὑπὸ Gö.: ἀπὸ Ρ 9 χρόνου χρόνον Ρ ἴδεα Ρ 11 εἰς τὰ steht in Ρ 12 μετὰ κοσμίσεις 18 γε P: μὲν γάρ σφε Emp. bei Plut., ψυχὰς > Plut. 18. 19 ποντονδέ ἐχθονὸς ausgestr.) διώκει· πόντοσδε ε. (Loch) χθονὸσ οὔδας verb. nach Plut. 19 γέα δ᾿ εἰς Ρ 22 ἢν aus ἦν Ρ)

    214

  • γαῖα δ᾿ ἐς αὐγὰς
  • ἠελίου φαέθοντος, ὁ δ᾿ αἰθέρος ἔμβαλε δίναις·
  • ἄλλος <δ᾿> ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ
  • μισουμένας οὐν τὰς Ψυχὰς καὶ βασανιζομένας καὶ κολαζομένας ἐν τῷδε τῷ κόσμῳ κατὰ τὸν Ἐμπεδοκλέα συνάγει ἡ φιλία, ἀγαθή τις οὐσα καὶ κατοικτείρουσα τὸν στεναγμὸν οὐτῶν καὶ τὴν ἄτακτον καὶ πονηρὰν τοῦ νείκους τοῦ μαινομένου κατασκευὴν καὶ ἐξάγειν κατ’ ὀλίγον ἐκ τοῦ κόσμου καὶ προσοικειοῦν τῷ ἑνὶ σπεύδουσα καὶ κοπιῶσα.

    ὅπως τὰ πάντα εἰς τὴν ἑνότητα καταντήσῃ ὑπ’ αὐτῆς ἀγόμενα. διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου νείκους διακόσμησιν τοῦδε τοῦ μεμε- πισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γάρ φησι τὰ σώματα τῶν ζῴων τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκητήρια· καὶ ἐγκρατεῖς εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἴνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων, ὡν δημιουργεῖ τὸ νεῖκος, τὸ τῆς φιλίας ἔργον λύον ἀεὶ καὶ διασπῶν.