Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

»νείκεϊ« γάρ φησι νο- μένῳ πίσυνος‘, νεῖκος μαι>νόμενον καὶ τετα<ρα>γμένον τὸν δημιουργὸν τοῦδε τοῦ κόσμου ὁ Ἐμπεδοκλῆς ἀποκαλῶν. αὕτη γάρ ἐστιν ἡ καταδίκη καὶ ἀνάγκη τῶν ψυχῶν, ὧν ἀποσπᾷ τὸ νεῖκος ἀπὸ τοῦ ἑνὸς καὶ δημιουργεῖ καὶ ἐργάζεται, λέγων τοιοῦτόν τινα τρόπον· [*](12 Empedokles Fr. 29 D. (= Fr. 134, 2-4) — 19. 22 Empedokles Fr. 115 13. 14 D. Plotin Enn. IV 8, 1 (Vorsokr. Ι 3 S. 266) hat dieselbe Folge der Verse wie Hipp. Ζ. 19 u. S. 213, 1) [*](1 #x003C; #x003E; Gö. 2 θνήσκουσι καὶ ἀναβιοῦσι Sauppe τὰ We.: ταῦτα Ρ 5 κασμομούμενον Ρ 6 ποιήσει Ρ προσοικειώσῃ Roeper: προσοικονομήσει Ρ, προσοικονομήσῃ Miller 8 <καὶ> τὰ ἐκ Sauppe 10 κοσμομουμένη Ρ zweimal Ρ 12 νότοιο Ρ ἀίσονται Ρ 13 γοῦν(α) Emp. Fr. 134 γεννήεντα Sauppe: γενήεντα Ρ, λαχνήεντα Emp. Fr. 134 14 <πάντοθεν> ἶσος (vgl. Hesiod Theog. 126) Schneidewin Philol. VI 161, πάντ’ ἴσος ἐστὶν ἑαυτῷ Miller 16 τῶν > Sauppe 19 νῦν Emp. bei Plut.: > Ρ 20 > We. 22 f 22 f #003C; #003E; ö. 23 καὶ1 > ö. τεταγμένον Ρ 24 τοῦδε Roeper: τὸ δὲ 26 λέγων] ὃ λέγει Sauppe)

213

  • ὅς κε ἐπίορκον ἁμαρτήσας ἐπομώσει,
  • δαίμονες οἵτε μακραίωνος λελάχασι βίοιο,
  • δαίμονας τὰς ψυχὰς λέγων μακραίωνας, ὅτι εἰσὶν ἀθάνατοι καὶ μακροὺς ζῶσιν αἰῶνας·

  • τρὶς μὲν μυρίας ὧρας ἀπὸ μακάρων ἀλάλησθαι,
  • μάκαρας καλῶν τοὺς συνηγμένους ὑπὸ τῆς φιλίας ἀπὸ τῶν πολλῶν εἰς τὴν ἑνότητα Ι τοῦ κόσμου τοῦ νοητοῦ. τούτους οὖν φησιν ἀλάλησθαι f. καὶ
  • φυομένους παντοῖα διὰ χρόνου εἴδεα θνητῶν,
  • ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους.
  • Ἀργαλέας κελεύθους φησὶν εἶναι τῶν ψυχῶν τὰς εἰς τὰ σώματα μεταβολὰς καὶ μετακοσμήσεις.

    τοῦτ᾿ ἐστὶν ὃ λέγει·

  • ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους·
  • μεταλλάσσουσι γὰρ α.ἱ ψυχαὶ σῶμα ἐκ σώματος, ὑπὸ τοῦ νείκους μεταβαλλόμεναι καὶ κολαζόμεναι καὶ οὐκ ἐώμεναι μένειν εἰς τὸ ἔν· ἀλλὰ κολάζεσθαι ἐν πάσαις κολάσεσιν ὑπὸ τοῦ νείκους τὰς Ψυχὰς μεταβαλλομένας σῶμα ἐκ σώματος.