Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Μαρκίων δὲ ὁ Ποντικὸς πολὺ τούτων μανικώτερος, τὰ πολλὰ τῶν πλειόνων παραπεμψάμενος ἐπὶ τὸ ἀναιδέστερον ὁρμήσας δύο ἀρχὰς τοῦ παντὸς ὑπέθετο, ἀγαθόν τινα λέγων καὶ τὸν ἕτερον πονηρόν· καὶ αὐτὸς δὲ νομίζων καινόν τι παρεισαγαγεῖν σχολὴν ἐσκεύασεν ἀπονοίας γέμουσαν καὶ κυνικοῦ βίου, ὤν τις μάχιμος.

οὗτος νομίζων λήσεσθαι τοὺς πολλούς, ὅτι μὴ Χριστοῦ τυγχάνοι μαθητὴς ἀλλ᾿ Εμπεδοκλέους πολὺ αὐτοῦ προγενεστέρου τυγχάνοντος, ταὐτὰ ὁρίσας ἐδογμάτισε δύο εἶναι τὰ τοῦ παντὸς αἴτια, νεῖκος καὶ φιλίαν.

τί γάρ φησιν ὁ Ἐμπεδοκλῆς περὶ τῆς τοῦ κόσμου διαγωγῆς εἰ καὶ προείπομεν, ἀλλά γε καὶ νῦν πρὸς τὸ ἀντιπαραθεῖναι τῇ τοῦ κλεψιλόγου αἱρέσει οὐ σιωπήσομαι.

οὗτός φησιν εἶναι τὰ πάντα στοιχεῖα, ἐξ ὡν ὁ κόσμος συνέστηκε καὶ ἔστιν, ἕξ, δύο μὲν ὑλικά, γῆν καὶ ὕδωρ, δύο δὲ ὄργανα, οἷς τὰ ὑλικὰ κοσμεῖται καὶ μεταβάλλεται, πῦρ καὶ ἀέρα, δύο δὲ τὰ ἐργαζόμενα τοῖς ὀργάνοις τὴν ὕλην καὶ δημιουργοῦντα, νεῖκος καὶ φιλίαν, λέγων ὡδέ πως·

  • τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
  • Ζεὺς #x003E; Ἥρη τε φερέσβιος ἠδὲ Ἀϊδωνεύς
  • Νῆστίς τε ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
  • [*](continentiam seducentes multos. prophetias autem quasdam quidem ab iis aiigelis qui mundum fabricaverint dictas, quasdam autem a Satana, quem et ipsum angelum adversarium mundi fabricatoribus ostendit, maxime autem ludaeorum deo. Vgl. auch Epiph. a. a. O., Theodoret a. a. 0.) [*](6 f vgl. FUaBtrius C. 44, 1 S. 23, —12 M.; Tert. Adv. haer. 6 S. 222, 1820 Theodoret I 24 S. 373 BC; s. Lipsius, Zur Quellenkritik des Ep. 197 ff — 13 f προεί- πομεν] S. —15 — 15 f Simplicius Phys. S. 25. 26 (Vorsokr. I 3 S. 204): ὥστε Λαὶ ἒξ εἶναι κατ’ αὐτὸν ἀρχάς, Sext. Adv. math. VIT 317 (= Hipp. X 7,4), Doxographi S. 932 — 20 Empedokles Fr. 6 Diels, vgl. unten Χ 7, 3) [*](2 f κοσμοποιοῖς (so) Ρ (Iren. Epiph.): κοσμικοῖς Ρ nach Miller 8 ὐπέθεντο Ρ τῷ — θεῷ Iren. Epiph. Theod. ö.: τὸν — θεόν Ρ 5 Titel περὶ μαρκίωνος rot Ρ 7 λέγων <θεὸν> Miller, vgl. S. 224,1 9 γέμουσα Ρ ö., μάχλος Miller οὗτος Miller: ὅτι Ρ 11 αὐτοῦ Cruice: αὐτῶ Ρ ταῦτα Ρ 20 τῶν Ρ Η: γὰρ Emp. 21 ἀργὴν Emp.: ἀὴρ Η, > Ρ ἡ δὲ R 22 τε (θ᾿ Emp.): γε Ρ, δὲ Η κρούνωμα βρότειον Emp.: καρουνῶ μαβρόντιον Η, μακρόγιον Ρ)
    211
    Ζεύς ἐστι τὸ πῦρ.

    Ἥρῃ δὲ φερέσβιος ἡ γῆ ἡ φέρουσα τοὺς πρὸς τὸν βίον καρπούς, Ἀϊδωνεὺς δὲ ὁ ἀήρ, ὅτι πάντα δι᾿ αὐτοῦ βλέποντες μόνον αὐτὸν οὐ καθορῶμεν, Νῆστις δὲ τὸ ὔδωρ· μόνον γὰρ τοῦτο ὄχημα τροφῆς αἴτιον γινόμενον πᾶσι τοῖς τρεφομένοις, αὐτὸ καθ’ αὑτὸ τρέφειν οὐ δυνάμενον τὰ τρεφόμενα.

    εἰ γὰρ ἔτρεφε, φησίν, οὐκ ἄν ποτε λιμῷ κατελήφθη τὰ ςῷα, ὕδατος ἐν τῷ κόσμῳ πλεονά- ζοντος ἀεί. διὰ τοῦτο Νῆστιν καλεῖ τὸ ὕδωρ, ὅτι τροφῆς αἴτιον γινομενον τρέφειν οὐκ εὐτονεῖ τὰ τρεφόμενα.

    ταῦτα μὲν οὖν ἐστιν ὡς τύπῳ περιλαβεῖν τοῦ κόσμου τὰ συνέχοντα τὴν ὅλην ὑπόθεσιν· ὕδωρ καὶ γῆ, ἐξ ὡν τὰ γινόμενα, πῦρ καὶ πνεῦμα, τὰ ὄργανα καὶ τὰ δραστήρια, νεῖκος δὲ καὶ φιλία, τὰ δημιουργοῦντα τεχνικῶς.