Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἵνα δὲ μηδὲν τῶν κατ᾿ αὐτοὺς παραλείπωμεν. ὅσα καὶ περὶ εὐαγγελίου λέγουσιν ἐκθήσομαι. εὐαγγέλιόν ἐστι κατ᾿ αὐτοὺς ἡ τῶν ὑπερκοσμίων γνῶσις, ὡς δεδήλωται, ἣν ὁ μέγας ἄρχων οὐκ ἠπίστατο. ὡς οὖν ἐδηλώθη αὐτῷ, ὅτι καὶ τὸ πνεῦμα ἅγιόν ἐστι, τουτέστι τὸ μεθόριον, καὶ ἡ υἱότης καὶ θεὸς ὁ τούτων αἴτιος πάντων ὁ οὐκ ὤν. ἐχάρη ἐπὶ τοῖς λεχθεῖσι καὶ ἠγαλλιάσατο· τοῦτ᾿ ἔστι κατ᾿ αὐτοὺς τὸ εὐαγγέλιον.

ὁ δὲ Ἰησοῦς γεγένηται κατ᾿ αὐτοὺς ὡς προειρήκαμεν· γεγενημένης δὲ τῆς γενέσεως τῆς προδεδηλωμένης γέγονε πάντα ὁμοίως κατ᾿ αὐτοὺς τὰ περὶ τοῦ σωτῆρος, ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται. γέγονε δὲ ταῦτα, φησίν, ἵνα ἀπαρχὴ τῆς φυλοκρινήσεως γένηται τῶν συγκεχυμένων ὁ Ἰησοῦς.

ἐπεὶ γάρ ἐστιν ὁ κόσμος διῃρημένος εἰς ὀγδοάδα, ἥτις ἐστὶν ἡ κεφαλὴ τοῦ παντὸς κόσμου — κεφαλὴ δὲ τοῦ παντὸς κόσμου ὁ μέγας ἄρχων — , καὶ εἰς ἑβδομάδα, ἥτις ἐστὶν † ἠ κεφαλὴ τῆς ἑβδομάδος, ὁ δημιουργὸς τῶν ὑποκειμένων, καὶ εἰς τοῦτο τὸ διάστημα τὸ καθ᾿ ἡμᾶς, ὅπου ἐστὶν ἡ ἀμορφία, Ι ἀναγ- [*](f. 94ν) καῖον ἦν τὰ συγκεχυμένα φυλοκρινηθῆναι διὰ τῆς τοῦ Ἰησοῦ διαιρέσεως.

ἔπαθεν οὖν τοῦτο οπερ ἦν αὐτοῦ σωματικὸν μέρος. ὃ ἦν τῆς ἀμορφίας, καὶ ἀπεκατέστη εἰς τὴν ἀμορφίαν· ἀνέστη δὲ τοῦτο ὄπερ ἦν ψυχικὸν αὐτοῦ μέρος, ὅπερ ἦν τῆς ἐβδομάδος, καὶ ἀπεκατέστη εἰς τὴν ἑβδομάδα· ἀνέστησε δὲ τοῦτο ὅπερ ἠν τῆς ἀκρωρείας οἰκεῖον τοῦ μεγάλου ἄρχοντος καὶ ἔμεινε παρὰ τὸν ἄρχοντα τὸν μέγαν· ἀνήνεγκε δὲ μέχρις ἄνω τοῦτο ὅπερ ἦν τοῦ μεθορίου πνεύματος καὶ ἔμεινεν ἐν τῷ μεθορίῳ πνεύματι·

ἀπεκαθάρθη δὲ ἡ υἰότης ἡ τρίτη δι᾿ αὐτοῦ, ἡ ἐγκαταλελειμμένη πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι, καὶ ἀνῆλθε πρὸς τὴν μακαρίαν υἱότητα διὰ πάντων τούτων διελθοῦσα. ὅλη γὰρ αὐτῶν ἡ ὑπόθεσις σύγχυσις οἱονεὶ πανσπερμίας καὶ φυλοκρίνησις καὶ ἀποκατάστασις τῶν συγκεχυμένων εἰς τὰ οἰκεῖα.

τῆς οὐν φυλοκρινήσεως ἀπαρχὴ γέγονεν ὁ Ἰησοῦς, καὶ τὸ πάθος οὐκ [*](8 Matth. 5 12 χαίρετε καὶ ἀγαλλιᾶσθε (LXX) — 12 Clemens Strom. II 36, 1 S. 132, 4 St. σοφίας φυλοκρινητικῆς 38, 2 S. 138, 12 — 28 vgl. Basilides bei Clemens Strom. II 112 S. 174, 8 St. — 29 vgl. Basilides a. a. O. II 36, 1 S. 182, 4. δ St. σοφίας φυλοκρινητικῆς τε καὶ διακριτικῆς καὶ τελεωτικῆς καὶ ἀποκαταστατικῆς) [*](3 αὐτοὺς (nicht αὐτοῦ) Ρ 8 ἡγαλλιάσατο Ρ 12 ἀπαρχὴ Scott, UMhom S. 31: ἀπ’ ἀρχῆς Ρ φυλοκρίνης ἕως Ρ 14 κεφαλὴ δὲ — 15 κόσμοι > δὲ τῆς ὀγδοάδος ὁ? ö. 15 f ἐβδομάδα, κεφαλὴ δὲ τῆς ö. 16 ἡ κεφαλὴ τῆς ἑβδομάδος > Bunsen 18 συνγεχυμένα Ρ φυλοκριθῆναι Ρ 20 Jacobi S. 36 28 σύγχησις Ρ)

208
ἄλλου τινὸς χάριν γέγονεν <ἤ> ὑπὲρ τοῦ φυλοκρινηθῆναι τὰ τούτῳ γὰρ τῷ τρόπῳ φησὶν ὅλην τὴν υἱότητα τὴν καταλελειμμένην εἰς τὴν ἀμορφίαν πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι δεῖν φυλοκρινηθῆναι, ᾠ τρόπῳ καὶ ὁ Ἰησοῦς πεφυλοκρίνηται.

ταῦτα μὲν οὐν ἐστιν ἃ καὶ Βασιλείδης μυθεύει σχολάσας κατὰ τὴν Αἴγυπτον, καὶ παρ᾿ αὐτῶν τὴν τοσαύτην σοφίαν διδαχθεὶς ἐκαρποφόρησε τοιούτους καρπούς.