Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὅταν οὗν ἔλθῃ, φησί, πὰσα υἱότης καὶ ἔσται ὑπὲρ τὸ μεθόῥίον, | τὸ πνεῦμα, τότε ἐλεηθήσεται ἡ κτίσις· στένει γὰρ μέχρι τοῦ f. ν νῦν καὶ βασανίζεται καὶ μένει τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ, [*](4 f vgl. Irenaeus Ι 24, 3. 5. 7 S. 199 tf Η.; Epiphanius XXIV 7; Tertullian Adv. haer. I S. 214, Kr.; Theodoret I 4 S. 349 C Migne; Dietericli, Abraxas S. 46 — 9 Ephes. 3,5, vgl. S. 203, 7 — 10 Eptes. 3, 3 — 11 II Kor. 12, 4 ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι — 12 — 18 vgl. Χ 14, 9 — 15 Luk. 1, 35 —20 —23 vgl. Χ 14, 10 Anf. — 28 f Rom. 8, 19. 22, vgl. S. 202. 25. 203) [*](4 f ὥστε τοῦ ö. 5 τοῦτο ö.: τούτων Ρ, τοῦτον Bunsen 7 #x003E; καθ᾿ Roeper 12 † οὖν ö. 18 ἐπισκειάσει Ρ χρίσεως? ö., ὀγδοάδος Roeper, doch 8. S. 207, 12. 30 <ἡ> ἀπὸ Cruice 19 + διὰ ö. 20 μέχρι 23 γένηται Usener S. 139 24 αὐτῆς Ρ)

206
ἴνα πάντες ἀνέλθωσιν ἐντεῦθεν οἱ τῆς υἱότητος ἄνθρωποι· ἐπειδὰν #x003E; γένηται τοῦτο ἐπάξει, φησίν, ὁ θεὸς ἐπὶ τὸν κόσμον ὅλον τὴν μεγάλην ἄγνοιαν, ἵνα μένῃ πάντα κατὰ φύσιν καὶ μηδὲν μηδενὸς τῶν παρὰ φύσιν ἐπιθυ<μήσῃ>.

ἀλλὰ γὰρ πᾶσαι αἱ ψυχαὶ τούτου τοῦ ἅσαι φύσιν ἔχουσιν ἐν τούτῳ ἀθάνατοι διαμένειν μόνῳ, μενοῦσιν οὐδὲν ἐπιστάμεναι τούτου τοῦ διαστήματος διάφορον #x003E; βέλτιον, οὐδὲ ἀκοή τις ἔσται τῶν ὑπερκειμένων ἐν τοῖς ὑποκειμένοις οὐδὲ γνῶσις. ἵνα μὴ τῶν ἀδυνάτων αἱ ὐποκείμεναι ψυχαὶ ὀρεγόμεναι βασανίζωνται, καθάπερ ἰχθὺς ἐπιθυμήσας ἐν τοῖς ὄρεσι μετὰ τῶν προβάτων νέμεσθαι· ἐγένετο <γὰρ> ἄν. φησίν, αὐτοῖς ἡ τοιαύτη ἐπιθυμία φθορά.

ἔστιν οὖν, φησίν, ἄφθαρτα πάντα τὰ κατὰ χώραν μένοντα, φθαρτὰ δέ, ἐὰν ἐκ τῶν κατὰ φύσιν ὑπερπηδᾶν καὶ ὑπερβαίνειν βούλοιντο. οὕτως οὐδὲν ὁ ἄρχων τῆς ἑβδομάδος γνώσεται τῶν ὑπερκειμένων· καταλήψεται γὰρ καὶ τοῦτον ἡ μεγάλη ἄγνοια, ἵνα ἀποστῇ ἀπ᾿ αὐτοῦ »λύπη καὶ ὀδύνη καὶ στεναγμός«· ἐπιθυμήσει γάρ οὐδενὸς τῶν ἀδυνάτων οὐδὲ λυπηθήσεται.

καταλήψεται δὲ ὁμοίως καὶ τὸν μέγαν ἄρχοντα τῆς ὀγδοάδος ἡ ἄγνοια αὕτη καὶ πάσας τὰς ὑποκειμένας αὐτῷ κτίσεις παραπλησίως, ὅνα μηδὲν κατὰ μηδὲν ὀρέγηται τῶν παρὰ φύσιν τινὸς μηδὲ ὀδυνῆται· καὶ οὕτως ἡ ἀποκατάστασις ἔσται πάντων κατὰ φύσιν τεθεμελιωμένων μὲν ἐν τῷ σπέρματι τῶν ὅλων ἐν ἀρχῇ, ἀποκατασταθησομένων δὲ καιροῖς ἰδίοις.

ὅτι δέ, φησίν, ἕκαστον ἰδίους ἔχει καιρούς, ἱκανὸς ὁ σωτὴρ λέγων· »οὔπω ἥκει ἡ ὥρα μου«, καὶ οἱ μάγοι τὸν ἀστέρα τεθεαμένοι· ἠν γάρ, φησί, καὶ αὐτὸς ὑπὸ γένεσιν ἀστέρων καὶ ὥραν ἀποκαταστάσεως ἐν τῷ μεγάλῳ προλελογισμένος σωρῷ.

οὑτός ἐστιν ὁ κατ᾿ αὐτοὺς νενοημένος ἴσω ἄνθρωπος πνευματικὸς ἐν τῷ ψυχικῷ — ὅ ἐστιν υἱότης ἐνταῦθα ἀπολιποῦσα τὴν ψυχήν, οὐ θνητὴν ἀλλὰ αὐτοῦ μένουσαν κατὰ φύσιν, ᾖπερ ἄνω λέλοιπεν ἡ πρώτη υἱότης τὸ ἄγιον [*](15 Jes. 35, 10. 51, 11 — 21 vgl. I Tim. 6, 15 — 23 Joh. 2, 4 — Matth. 2, 1. 2 — 26 ἔσω ἄνθρωπος] s. zu S. 163, 11) [*](2 † οὖν ö. ἐπαίξει Ρ 3 μένῃ Bernays, Uhlhorn S. 33: μὴ Ρ, ᾖ Miller 4 ἐπιθυ (Ende der Zeile) ἀλλὰ Ρ 6 μενοῖσιν Bunsen Roeper: μένουσιν Ρ εἰστάμεναι Ρ διάφορα Β οὐδὲ Bunsen Scott: οὐ Ρ, οὐ γὰρ Roeper 7 ἀποκειμένοις Ρ 9 βασανίζονται Ρ 10 † γὰρ Miller 13 βούληται? We. οὐδὲν Miller: οὐδὲ Ρ (Roeper, dann γνώσεταί τι) 18 κατὰ μηδένα Ρ 19 παρὰ Miller: κατὰ Ρ ὁδύνηται Ρ, ὀδυνᾶται? We. 21 ἀποκατασταθησομένων Roeper: ἀποκατασταμένων Ρ καιροῖς] καιρὸς Ρ 22 ἱκανὸς Miller: ἱκανῶς Ρ, ἱκανῶς μαρτυρεῖ ö., μάρτυς ἱκανὸς Bunsen 24 ἐπὶ γένεσιν δι’ ἀστέρων Bunsen ὤραν Usener, Weihnachtsfest 2 S. 139: ὡρῶν Ρ 28 ᾖπερ Gö: καίπερ λέλυπεν Ρ)

207
πνεῦμα τὸ μεθόριον ἐν οἰκείῳ τόπῳ — , ἰδίαν τότε περιβεβλημένος ψυχήν.

Ἵνα δὲ μηδὲν τῶν κατ᾿ αὐτοὺς παραλείπωμεν. ὅσα καὶ περὶ εὐαγγελίου λέγουσιν ἐκθήσομαι. εὐαγγέλιόν ἐστι κατ᾿ αὐτοὺς ἡ τῶν ὑπερκοσμίων γνῶσις, ὡς δεδήλωται, ἣν ὁ μέγας ἄρχων οὐκ ἠπίστατο. ὡς οὖν ἐδηλώθη αὐτῷ, ὅτι καὶ τὸ πνεῦμα ἅγιόν ἐστι, τουτέστι τὸ μεθόριον, καὶ ἡ υἱότης καὶ θεὸς ὁ τούτων αἴτιος πάντων ὁ οὐκ ὤν. ἐχάρη ἐπὶ τοῖς λεχθεῖσι καὶ ἠγαλλιάσατο· τοῦτ᾿ ἔστι κατ᾿ αὐτοὺς τὸ εὐαγγέλιον.

ὁ δὲ Ἰησοῦς γεγένηται κατ᾿ αὐτοὺς ὡς προειρήκαμεν· γεγενημένης δὲ τῆς γενέσεως τῆς προδεδηλωμένης γέγονε πάντα ὁμοίως κατ᾿ αὐτοὺς τὰ περὶ τοῦ σωτῆρος, ὡς ἐν τοῖς εὐαγγελίοις γέγραπται. γέγονε δὲ ταῦτα, φησίν, ἵνα ἀπαρχὴ τῆς φυλοκρινήσεως γένηται τῶν συγκεχυμένων ὁ Ἰησοῦς.

ἐπεὶ γάρ ἐστιν ὁ κόσμος διῃρημένος εἰς ὀγδοάδα, ἥτις ἐστὶν ἡ κεφαλὴ τοῦ παντὸς κόσμου — κεφαλὴ δὲ τοῦ παντὸς κόσμου ὁ μέγας ἄρχων — , καὶ εἰς ἑβδομάδα, ἥτις ἐστὶν † ἠ κεφαλὴ τῆς ἑβδομάδος, ὁ δημιουργὸς τῶν ὑποκειμένων, καὶ εἰς τοῦτο τὸ διάστημα τὸ καθ᾿ ἡμᾶς, ὅπου ἐστὶν ἡ ἀμορφία, Ι ἀναγ- [*](f. 94ν) καῖον ἦν τὰ συγκεχυμένα φυλοκρινηθῆναι διὰ τῆς τοῦ Ἰησοῦ διαιρέσεως.

ἔπαθεν οὖν τοῦτο οπερ ἦν αὐτοῦ σωματικὸν μέρος. ὃ ἦν τῆς ἀμορφίας, καὶ ἀπεκατέστη εἰς τὴν ἀμορφίαν· ἀνέστη δὲ τοῦτο ὄπερ ἦν ψυχικὸν αὐτοῦ μέρος, ὅπερ ἦν τῆς ἐβδομάδος, καὶ ἀπεκατέστη εἰς τὴν ἑβδομάδα· ἀνέστησε δὲ τοῦτο ὅπερ ἠν τῆς ἀκρωρείας οἰκεῖον τοῦ μεγάλου ἄρχοντος καὶ ἔμεινε παρὰ τὸν ἄρχοντα τὸν μέγαν· ἀνήνεγκε δὲ μέχρις ἄνω τοῦτο ὅπερ ἦν τοῦ μεθορίου πνεύματος καὶ ἔμεινεν ἐν τῷ μεθορίῳ πνεύματι·

ἀπεκαθάρθη δὲ ἡ υἰότης ἡ τρίτη δι᾿ αὐτοῦ, ἡ ἐγκαταλελειμμένη πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι, καὶ ἀνῆλθε πρὸς τὴν μακαρίαν υἱότητα διὰ πάντων τούτων διελθοῦσα. ὅλη γὰρ αὐτῶν ἡ ὑπόθεσις σύγχυσις οἱονεὶ πανσπερμίας καὶ φυλοκρίνησις καὶ ἀποκατάστασις τῶν συγκεχυμένων εἰς τὰ οἰκεῖα.

τῆς οὐν φυλοκρινήσεως ἀπαρχὴ γέγονεν ὁ Ἰησοῦς, καὶ τὸ πάθος οὐκ [*](8 Matth. 5 12 χαίρετε καὶ ἀγαλλιᾶσθε (LXX) — 12 Clemens Strom. II 36, 1 S. 132, 4 St. σοφίας φυλοκρινητικῆς 38, 2 S. 138, 12 — 28 vgl. Basilides bei Clemens Strom. II 112 S. 174, 8 St. — 29 vgl. Basilides a. a. O. II 36, 1 S. 182, 4. δ St. σοφίας φυλοκρινητικῆς τε καὶ διακριτικῆς καὶ τελεωτικῆς καὶ ἀποκαταστατικῆς) [*](3 αὐτοὺς (nicht αὐτοῦ) Ρ 8 ἡγαλλιάσατο Ρ 12 ἀπαρχὴ Scott, UMhom S. 31: ἀπ’ ἀρχῆς Ρ φυλοκρίνης ἕως Ρ 14 κεφαλὴ δὲ — 15 κόσμοι > δὲ τῆς ὀγδοάδος ὁ? ö. 15 f ἐβδομάδα, κεφαλὴ δὲ τῆς ö. 16 ἡ κεφαλὴ τῆς ἑβδομάδος > Bunsen 18 συνγεχυμένα Ρ φυλοκριθῆναι Ρ 20 Jacobi S. 36 28 σύγχησις Ρ)

208
ἄλλου τινὸς χάριν γέγονεν <ἤ> ὑπὲρ τοῦ φυλοκρινηθῆναι τὰ τούτῳ γὰρ τῷ τρόπῳ φησὶν ὅλην τὴν υἱότητα τὴν καταλελειμμένην εἰς τὴν ἀμορφίαν πρὸς τὸ εὐεργετεῖν καὶ εὐεργετεῖσθαι δεῖν φυλοκρινηθῆναι, ᾠ τρόπῳ καὶ ὁ Ἰησοῦς πεφυλοκρίνηται.

ταῦτα μὲν οὐν ἐστιν ἃ καὶ Βασιλείδης μυθεύει σχολάσας κατὰ τὴν Αἴγυπτον, καὶ παρ᾿ αὐτῶν τὴν τοσαύτην σοφίαν διδαχθεὶς ἐκαρποφόρησε τοιούτους καρπούς.