Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Φυσικὴ γάρ τις ἀκρόασις αὐτῷ γέγονεν, ἐν ᾗ πεπόνηται περὶ τῶν φύσει καὶ οὐ προνοίᾳ διοικουμένων ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης πραγμάτων. γέγονε δὲ αὐτῷ καὶ Μετὰ τὰ φυσικὰ περὶ τῶν μετὰ σελήνην ἰδία τις ἄλλη οὕτως ἐπιγραφομένη πραγματεία λόγων· γέγονε δὲ αὐτῷ περὶ πέμπτης οὐσίας ἴδιος λόγος, ὅς ἐστιν αὐτῷ θεολογούμενος. τοιαύτη τις καὶ ἡ διαίρεσις τῶν ὅλων, ὡς τύπῳ περιλαβεῖν, <καὶ τῆς> κατὰ Ἀριστοτέλην φιλοσοφίας.

Περὶ ψυχῆς αὐτῷ λόγος ἐστὶν ἀσαφής. ἐν τρισὶ γὰρ συγγράμμασιν ὅλοις οὐκ ἔστιν εἰπεῖν σαφῶς ὅ τι φρονεῖ περὶ ψυχῆς Ἀριστοτέλης. ὃν γὰρ ἀποδίδωσι τῆς ψυχῆς ὄρον ἔστιν εἰπεῖν ῥᾳδιον, τὸ δὲ ὑπὸ ὅρου δεδηλωμένον ἐστὶ δυσεύρετον.

ἔστι γάρ, φησί, φυχὴ φυσικοῦ [*](3 — 8 vgl. Zeller II 23 S. 434 ff, aber der Gegensatz himmlischer und sublunarer Region nach Art des Poseidonios ßt (s. zu S. 106, 1 Wendland, Philos Schrift über die Vorsehung S. 681; Doxographi S. 592, 11. 12; Π. κόσμου 6; öller, Kosmol. S. 357) — 9. 1 7 ο. S. 24, 17, Arist. Gener. anim. II 3 S. 736b 30: Äther) ἕτερον σῶμα καὶ θειότερον τῶν καλουμένων στοιχείων Zeller II 23 S. 437 f. Philo De somn. I § 21 We. πέμπτον κυκλοφορικὸν σῶμα, μηδενὸς τῶν τεττάρων στοιχείων μετέχον, vgl. Pasquali, Gott. Nachr. 1910 S. 201. 206 ff; Capelle, Neue Jahrb. XV 537 — 15 f über den Titel s. W. äger, Studien zur Entstehungsgeschichte der Metaphysik des Arist. S. 177 ff — 17 der Titel sonst nicht bezeugt — 23 f Aristoteles περὶ ψυχῆς ΙΙ 1 S. 412a 19ff, über ἐντελέχεια s. Wendland, S. A. B. 1897 S. 1077) [*](1 <οὐ> διαφέρει Roeper οὐδὲν ö.: οὐδὲ Ρ <καὶ> ἐν Cruice 4 Miller διαφέροντα We., weil 12 Buchst, fehlen) 8 τεταγμένον (oder τεταγμένῃ) Miller: τεταγμένη Ρ ἀνθρώπου, a. R. οὐρανοῦ Ρ 9 οὖσα >? We. 14 Gö.: πεποίηται Ρ 19 † καἰ τῆς Roeper φιλοσοφίας Roeper, ον Ζ. 12: φιλοσοφῆσαι Ρ 22 ἦν Ρ 23 <τοῦ> ὅρου)

195
σώματος ὀργανικοῦ ἐντελέχεια, ἣ τίς ποτέ ἐστι, λόγων πάνυ <πάνυ πολλῶν> δεῖται καὶ μελάλης ζητήσεως. ὁ δὲ θεός, ὁ πάντων τούτων τῶν ὄντων καλῶν αἴτιος, οὑτος τῆς ψυχῆς ἐστι πάνυ πολλῶν] καὶ μακροτέρῳ λόγῳ θεωροῦντι γνωσθῆναι χαλεπώτερος.

ὁ δὲ ὅρος, ὁν Ἀριστοτέλης ἀποδίδωσι περὶ τοῦ θεοῦ, χαλεπὸς μὲν οὐκ ἔστι γνωσθῆναι. νοηθῆναι δέ ἐστιν ἀμήχανος. νόησις‘ γάρ, φησίν, »ἔστι νοήσεως«, ὅπερ ἔστι | παντάπασιν οὐκ ὄν. ὁ δὲ κόσμος ἄφθαρτος, ἀίδιος κατὰ f. Ἀριστοτέλην ἐστίν· οὐδὲν γὰρ ἔχει πλημμελὲς ἐν αὑτῷ, προνοίᾳ καὶ φύσει κυβερνώμενος.

καταβέβληται δὲ Ἀριστοτέλης οὐ μόνον περὶ φύσεως καὶ κόσμου καὶ προνοίας καὶ θεοῦ λόγους, ἀλλὰ γὰρ γέγονεν αὐτῷ καὶ πραγματεία λόγων τις ἠθικῶν, ἐπιγράφει δὲ ταῦτα Ἠθικὰ βιβλία, δέ ὡν σπουδαῖον ἐκ φαύλου τὸ τῶν ἀκροωμένων ἦθος ἐργάζεται.

Ἐὰν #x003E; ὁ Βασιλείδης εὑρεθῇ μὴ τῇ δυνάμει μόνῃ ἀλλὰ καὶ ^ τοῖς λόγοις αὐτοῖς καὶ τοῖς ὀνόμασι τὰ τοῦ Ἀριστοτέλους δόγματα εἰς τὸν εὐαγγελικὸν καὶ σωτήριον ἡμῶν λόγον μεθαρμοζόμενος, τί λείψει ἢ τὰ ἀλλότρια ἀποδόντας ἐπιδεικνύναι τοῖς τούτου μαθηταῖς. ὅτι ἐθνικοὺς ὄντας αὐτοὺς Χρωτὸς οὐδὲν ὠφελήσει;