Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὐδὲν γὰρ διαφέρει ἵππος ἀνθρώπου ᾐ ζῷον οὐδὲ βοῦς· ὅρος γὰρ ὁ τοῦ ζῴου πᾶσιν ἁρμόζει τοῖς ζῴοις ὁμοίως λεγόμενος. τί γάρ ἐστι ζῷον ἂν ὁριζώμεθα, πάντα τὰ ζῷα κοινὸς καταλήψεται ὅρος. ζῶον γάρ ἐστιν οὐσία ἔμψυχος, αἰσθητική· τοῦτο βοῦς, ἄνθρωπος, ἵππος, τῶν ἄλλων ἕκαστον.

ἐν ὐποκειμένῳ δέ, φησίν, ἐστίν, ὃ ἴν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾠ ἐστι«, ὃ #x003E; τῶν συμβεβηκότων ἕκαστον τῇ οὐσίᾳ, ὃ καλεῖται ποιότης, καθ’ ὃ ποιοί τινες λεγόμεθα, οἷον λευκοί, γλαυκοί, μέλανες, δίκαιοι, ἄδικοι, σώφρονες καὶ τὰ τούτων παραπλήσια. τούτων δὲ ἓν αὐτὸ καθ’ αὑτὸ ἀδύνατόν ἐστι γενέσθαι, ἀλλὰ δεῖ ἒν τινι εἶναι.