Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἐτμήθη γὰρ τὸ μὲν γένος εἰς εἶδος, τὸ δὲ εἶδος εἰς ἄτομον, τὸ δὲ ἄτομον, ἐπειδὰν γένηται ὀνόματι κατειλημ- μἐνον, οὐχ οἶον τμηθῆναι κατὰ φύσιν εἰς ἄλλο τι, ὡς ἐτέμομεν τῶν προλελεγμένων ἕκαστον. ταύτην Ἀριστοτέλης πρώτως καὶ μάλιστα καὶ κυριώτατα (οὐσίαν καλεῖ) μήτε καθ᾿ ὑποκειμένου τινὸς λεγομένην [*](17 ff Seneca Ερ. 58, 16 quod genevaliter est, tamquam hotno generalis, sub oculos non venit, sed specialis venit ut Cicero et Cato. Vgl. § 12 — 25 Aristoteles] Kategorien 5 S. 2 a 11 οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως κω μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτ’ ἐν ὑποκειμένῳ τινί ἐστιν) [*](3 ἔστιν ὑπόστασις ö.: ἔστι πᾶσις Ρ ἴδησι Ρ 4 ἀνίδεον Ρ 5 λαμβά- νων Ρ 6 λαμβάνων Ρ 10 † καὶ ö. 11 † τὰ We. οὐδὲ ἐν] δὲ ἄν ö.: οὐδὲ ἐνδέον Ρ 12 ff τὴν οὐσίαν > Cruice οὖσαν Klost. 13f τούτων (vgl. VII 22, 16) We.: τοιοῦτον λόγον Ρ, τοιούτων λόγον ö., λόγον Cruice 15 † δέ ö. † διῃρημένη ö. 17 ἔτι > Miller 18 ὑποστατικῆς 19 ὀνομάζω We.: ὀνομάζων Ρ 20 καὶ > Roeper 24 οἷόν <τε> 25 πρώτην Ρ, s. S. 193, 21 f 26 κυριωτάτην Ρ ( ) Miller)

193
μήτε ἐν ὑποκειμένω̣ οὖσαν.

καθ’ ὑποκειμένου λέγει οἱονεὶ τὸ γένος, ὅπερ ἔφην ζῷον κατά πάντων τῶν κατὰ μέρος ὑποκειμένων ζῴων, οἱονεὶ βοός, ἵππου καὶ τῶι· ἐφεξῆς, κοινῷ ὀνόματι λεγόμενον. ἀληθὲς γάρ ἐστιν εἰπεῖν, ὅτι ζῷον ἄνθρωπός ἐστι καὶ ζῷον ἵππος καὶ ςῷόν ἐστι βοῦς καὶ τῶν ἄλλων ἕκαστον· τοῦτ᾿ ἔστι τὸ καθ᾿ ὑποκειμένου, τὸ ἓν ὂν κατὰ πολλῶν καὶ διαφόρων τοῖς εἴδεσι δυνάμενον ὁμοίως λέγεσθαι.