Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἰ δὲ οὐκ ἔστι τούτων οὐδὲ ἓν ἐκεῖνο τὸ ζῷον, ἐξ οὐκ ὄντων γέγονεν ἡ τῶν γεγενημένων κατὰ Ἀριστοτέλην ὑπόστασις· <καὶ> γὰρ τὸ ζῷον, ὅθεν ταῦτα ἐλήφθη <τὰ> κατὰ μέρος, ἐστὶν οὐδὲ ἕν· οὐδὲ ἑν οὐδὲ ἐν] δὲ ὅν τῶν ὄντων μία τις ἀρχή. τίς δὲ ὁ ταύτην καταβεβλημένος τὴν οὐσίαν τῶν γεγονότων ὅστερον ἀρχήν, ἐπὶ τὸν οἰκεῖον ἐρχόμενοι τούτων λόγον ἐροῦμεν.