Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ ἔστιν ὑπόστασις τοῖς ζώοις τοῖς γεγενημένοις ἐν εἴδεσι τοῦτο τὸ ἀνείδεον ζῷον καὶ τῶν γεγενημένων οὐδέν. ἔστι γὰρ ἄνθρωπος ζῷον ἀπ᾿ ἐκείνου τοῦ ζῴου λαμβάνον τὴν ἀρχήν, καὶ ζῷον ἵππος ἀπ’ ἐκείνου τοῦ ζῴου λαμβάνον τὴν ἀρχήν. ὁ ἵππος καὶ βοῦς καὶ κύων καὶ τῶν ἄλλων ζῴων ἕκαστον ἀπὸ τοῦ ζῴου τοῦ ἁπλοῦ λαμβάνει τὴν ἀρχήν, ὅ ἐστι τούτων οὐδὲ ἕν.