Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος <λέγουσι> καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πππεπλανῆσθαι, ὁμοίως δὲ καὶ ἐκ τῆς δεκάδος.

καὶ ἐπὶ τούτων τὴν δραχμὴν λέγουσιν, ἣν ἀπολέσασα γυνὴ ἅψασα λύχνον ἐζήτει, τήν τε ἐπὶ ἑνὶ προβάτῳ ἀπώλειαν καὶ τὴν τῶν ἐνενήκοντα ἐννέα συντιθέντες ἑαυτοῖς ἀριθμοὺς μυθεύουσιν, ὡς τῶν ἕνδεκα ἐπισυμπλεκομένων μένων τοῖς ἐννέα ποιεῖν τὸν τῶν ἐνενήκοντα ἐννέα ἀριθμόν, καὶ τούτου χάριν λέγεσθαι τὸ ἀμήν, περιέχον ἀριθμὸν ἐνενήκοντα ἐννέα.

ἄλλον δὲ ἀριθμὸν οὕτω λέγουσι· τὸ ἦτα στοιχεῖον σὺν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ συντιθέντες μέχρι τοῦ ἠτα τὸν τριάκοντα ἀριθμὸν ἐπιδεικνύουσιν.

ἀρξάμενος γάρ τις ἀπὸ τοῦ ἄλφα [*](4 ἐπίσημον] s. Usener, Weihnachtsfest2 S. 23f — 5 ff Luk. 15, 4 — 10; Matth. 18, 12—14) [*](6 — 12 Iren. a. a. 0. ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς δωδεκάδος (δεκάδος We.) ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἶναι τὴν γυναὶκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν. οὕτως οὖν καὶ ἐπὶ > τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας, ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα (darum vorher δεκάδος), ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα, ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα γίνεται. διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν (1 † 40 † 8 † 50). οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν, folgt das zu Ζ. 13 Citierte 13— S. 186, 2 aas Iren. I 16, 2 S. 159) [*](1 τέσσαρες Epiph. ἐπέδειξε Ρ Iren.: ἀπέδειξε Miller 2 δυάδος] † ὁμοίως Cruice ἡ τριακοντάς ö.: ἢ τριάκοντα Ρ, "h λ Epiph. (XXX numerus lat.) 4 συνεπηκολούθησεν Ρ 5 † λέγουσι Iren. We. 6 ücke vor ὁμοίως ö. (vgl. Iren.), eher hinter δεκάδος We. (z. B. ὡρμῆσθαι μίαν δύναμιν) 7 δωδεκάδος Epiph. und Iren, lat., also Textfehler τούτῳ? Miller δραγμὴν λέγουσιν ἦν Ρ 8 ἄψασα Ρ 9 τὴν] τὸν? We. ἑαυτοὺς Ρ 12 nach ἀριθμὸν2 ücke ö. 13 τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ Iren. εἶναι] † θέλουσιν Iren. 14 ὀγδόῳ Ρ Iren.: ἐν ὀγδόῳ Miller 15 ἐπιδυνθέντες Epiph. 15 f ἦτα τὴν τριακον τάδα Iren. 16 τις > Epiph. 16 f ἄλφα καὶ τελευτῶν εἰς τὸ ἦτα ἀριθμῷ Iren.)

186
ἕως τοῦ ἦτα, τὸν ἀριθμὸν τῶν στοιχείων, ὑπεξαιρούμενος τὸν ἐπίσημον, εὑρήσει <τὸν τῶν> τριάκοντα ἀριθμόν. ἐπεὶ οὖν ἐκ δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, <τρὶς> αὐτὸς τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα.

οὕτως ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα ἀπεκύησεν ἀριθμὸν ἐκ πρώτης ὀγδοάδος καὶ δεκάδος καὶ δωδεκάδος, ἧς ποτὲ μὲν εἰς ὁλόκληρον συνάγοντες τὸν ἀριθμὸν ποιοῦσι τριακοντάδα, ποτὲ δὲ τὸν δωδέκατον ὑφαιροῦντες ψηφίζουσιν ἕνδεκα· ὁμοίως καὶ τὸν δέκατον ποιοῦσιν ἐννέα· ταῦτα δὲ ἐπισυμπλέκοντες καὶ δεκαπλασιάσαντες ἀριθμὸν ἐπιτελοῦσι τῶν ἐνενήκοντα ἐννέα.

ἐπειδὴ δὲ ὁ δωδέκατος αἰὼν καταλείψας τοὺς ἕνδεκα καὶ ἀποστὰς κάτω ἐχώρησε, φάσκουσι κατάλληλον καὶ τοῦτο. ὁ γὰρ τύπος τῶν γραμμάτων διδάσκει· ἐνδέκατον γὰρ τῶν γραμμάτων κεῖσθαι τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, #x003E; κεῖσθαι αὐτὸ κατ᾿ εἰκόνα τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος <κατὰ> τὴν παραύξησιν τῶν γραμμάτων αὐτῷ τῷ λ τὸν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν.

ὅτι δὲ τὸ λ ἑνδεκάτῳ κείμενον τόπῳ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθε ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ εὑρὸν αὐτὸν ἐπληρώθη, φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. τὸ γὰρ λάβδα ὥσπερ ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον καὶ εὑρὸν #x003E; ἀναρπάσαν, τὴν τοῦ δωδεκάτου ἀνεπλήρωσε χώραν τοῦ Μ [*](2—6 aus Iren. Ι 16, 2 S. 160 — S. 187, 4 Iren. Ι 16, 2 S. 160 καὶ ἐπεὶ ὁ δωδέκατος (consequenter lat.) Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ λόγου (alter Fehler ür λ) κεῖσθαι — ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖσθαι τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα — καὶ κατ’ εἰκόνα κεῖσθαι, dann wie Hipp. Ζ. 14 ff) [*](1 ὐπεξαιρούμενος δὲ τὸ ἐπίσημον καὶ ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γράμμάτων εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν Iren. 2 † τὸν τῶν Epiph. Cruice, † τὸν Gö. τῶν2 > Epiph. 3 † τρὶς Iren. Miller 4 τρὶς > Iren. lat. 5 ἐνενήκοντα] † καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ’ ἑαυτὴν (ἐαυτῆς συντεθεῖσα ἐννέα ἐγέννησεν Iren. ἐννέα] † παρ’ αὐτοῖς Epiph. 10 <τὸν> τῶν We. 11 τοὺς ö.: τὸν Ρ, τοὺς ἄνω Iren. Cruice 12 τόπος? Harvey S. 160 14 + καὶ Iren. Gö. 16 + κατὰ Iren. Gö. 17 ποιεῖ We. 18 ἐν δεκάτω Ρ ἑνδέκατον ὂν τῇ τάξει Epiph., quae est undecimo loco in ordine ἐνδεκάτῳ ὂν τόπῳ τῇ τάξει) Iren. lat. τὴν zweimal Ρ αὐτοῦ Iren. 19 εὑρὼν Ρ 20 λ Iren., λάμβδα Miller 21 αὐτοῦ Epiph. [sui lat.) εὑρὼν Ρ 22 † καὶ Gö. (καὶ εἰς ἑαυτὸ ἁρπάσαν)

187
στοιχείου, ἐκ δύο λάβδα [καὶ ηݲ συγκειμένου. διὸ δὴ καὶ φυγεῖν διὰ τῆς γνώσεως τὴν τῶν ἐνενήκοντα ἐννέα χώραν, τουτέστι τὸ ὐστέρημα, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν τὸ τὸ ἴν, ὃ προστεθὲν τοῖς ἐνενηκονταεννέα εἰς τὴν δεξιὰν αὐτοὺς χεῖρα στησε.