Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Περὶ δὲ τῆς τούτου δημιουργίας οὕτως λέγει· ἀπὸ τῆς τετράδος τῆς δευτέρας δυνάμεις ἀπορρυείσας δεδημιουργηκέναι τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν, καὶ τοῦ Λόγου τὸν τόπον ἀναπεπληρωκέναι τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἄλγιον πνεῦμα, τοῦ δὲ Ἀνθρώπου τὴν τοῦ ὑψίστου δύναμιν, τῆς δὲ Ἐκκλησίας τὴν παρθένον. οὕτως ὁ κατ’ οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ’ αὐτῶ ἄνθρωπος.

ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ, κατελθεῖν εἰς αὐτὸν ὡς περι- στερὰν τὸν ἀναβαίνοντα ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾦ ὑπάρχει τὸ σπέρμα τούτων τῶν συγκατασπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων.

ταύτην δὲ τὴν δύναμιν τὴν καταβᾶσαν εἰς αὐτὸν <σπέρμα> φησὶν εἶναι τοῦ πληρώματος, ἔχον ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς καὶ τοὺς ἅπαντας αἰῶνας.