Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τίνα τά Μάρκῳ καὶ Κολαρβάσῳ νομισθέντα, καὶ ὅτι τινὲς αὐτῶν μαγείαις καὶ ἀριθμοῖς Πυθαγορείοις † ἔδχον.

Ὅσα μὲν οὐν ἐδόκει τοῖς ἀπὸ τοῦ ὄφεως τὰς ἀρχὰς παρειληφόσι καὶ κατὰ τελείωσιν τῶν χρόνων εἰς φανερὸν τὰς δόξας ἑκουσίως προενεγκαμένοις, ἐν τῇ πρὸ ταύτης βίβλῳ οὕσῃ πέμπτῃ τοῦ ἐδέχου τῶν αἱρέσεων ἐζεθἐμην· νυνὶ δὲ καὶ τῶν ἀκολούθων τὰς γνώμας οὐ σιωπήσω, ἀλλ' οὐδὲ μίαν ἀνέλεγκτον καταλείφω, εἰ γε δυνατὸν πάσας ἀπομνημονεῦσαι καὶ τὰ τούτων ἀπόρρητα ὄργια, ὅ δικαίως ὄργια κλητέον· οὐ γὰρ μακρὰν ἀπέχουσιν ὀργῆς τοιαῦτα τετολμηκόες, ἵνα καὶ τῇ ἐτυμολογίᾳ χρήσωμαι.

Δοκεῖ καὶ καὶ τὰ Σίμωνος τοῦ πετηνοῦ, κώμης τῆς Σαμαρείας, νῦν ἐκθέσθαι, παρ᾿ οὑ καὶ τοὺς ἀκολοὺθους δείξομεν ἀφορμὰς [*](1 ἐκκριθείη ρ αὐτῆς Ρ 2 μύονται Ρ 4 Titel fehlt Ρ, aber eine Zeile frei und rote Initiale Τ (freilich dieselbe Art des Absatzes Z. 17) 13 <καὶ> We. Ἑλλήνων We. 14 < > Diels (S. 135, 1 u. V 23, 3 ἄλλοι ἄλλως τὰ αὐτὰ διηγούμενοι): ἀλλ’ ö. 16 ἐσχόλαζον oder ἐνέσχον Miller, προσέσχον ö. έχρήσαντο Paequali 17f περιειληφόσι falsch als Lesart Ρ Miller 18 τελείωσιν Bunsen, Hipp, and bis age I 2 P 350 (1 35): μείωσιν Ρ 18f ἀνοδίως Bunsen a. a. 0. 19 προσενεγκαμένοις Ρ, verb. ö. 19f τοὺς ἐλÚχους Ρ, verb. Gö. 25 Γιττηνοῦ ö.: γειττηνοῦ αus γειττινοῦ Ρ)

135
λαβόντας ἑτέροις ὁνόμασιν ὅμοια τετολμηκέναι. οὐτος ὁ Σίμων μαγείας ἔμπειρος ὣν καὶ τὰ μὲν παίξας πολλοὺς κατὰ τὴν Θρασυμήδους τέχνην, ῴ τρόπῳ ἄνωθεν έξεθέμεθα, τὰ δὲ καὶ διὰ δαιμόνων κακουργήσας, θεοποιῆσαι ἑαυτὸν ἐπεχείρησεν, ἄνθρωπος γόης καὶ μεστὸς ἀπονοίας, ὂν ἐν ταῖς Πράξεσιν οἱ ἀπόστολοι ἤλεγξαν.

οὑ πολλῷ σοφώτερον καὶ μετριώτερον ”Αφεθος ὁ Λίβυς ὀρεχθεὶς θεὸς νομιδθῆναι ἐν Λιβύῃ ἐπεχείρησεν· οὑ τὸν τὸν οὐ πολύ τι ἀπεμφαίνοντα τῆς Σίμωνος τοῦ ματαίου ἐπιθυμίας, δοκεῖ διηγήσασθαι ὄντα ἄξιον τῆς τούτου ἐπιχειρήσεως.