Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἄψεθος ὁ Λίβυς ἐπεθύμησε θεὸς γενέσθαι· ὡς ώς πολυπραγμονῶν πάνυ ἀπετύγχανε τῆς ἐπιθυμίας, ἠθέλησε κἂν δοκεῖν γεγονέναι, καὶ ἔδοξέ γε ὡς ἀληθῶς χράνῳ πλείονι γεγονέναι θεός. εθυον γὰρ οἱ ἀνόητοι Λίβυες αὐτῷ, θείᾳ τινὶ [δυνάμει,] νομίζοντες ἄνωθεν ἐζ οὐρανοῦ πεπιστευκέναι φωνῇ.

συναθροίσας γὰρ εἰς ἕνα καὶ τὸν αὐτὸν τὸν οἰκίσκον ὄρνιθας πλείστους ψιττακοὺς κατέκλεισεν· εἰσὶ δὲ πλεῖστοι κατὰ τὴν Λιβύην ψιττακοὶ καὶ ἐναργῶς μιμούμενοι πάνυ τὴν ἀνθρωπίνην φωνήν. οὗτος χρόνῳ διαθρέψας τοὺς ὄρνεις ἐδίδαξε λἐrειν· Ἄψεθος θεός ἐστιν. ὡς δὲ ἤσκησαν οἱ ὅρνιθες χρόνῳ πολλῷ καὶ τοῦτο ἔλεγον, ὅπερ ᾤετο [τὸ] λεχθὲν θεὸν θεὸν ποιήσειν τὸν Ἄφεθον, τότε όνοίζας τὸ δόκημα εἴασεν ἄλλον ἀλλαχόσε τοὺς ψιττακούς.

πετομένων δὲ τῶν ὀρνίθων ἐξῆλθεν ὁ φθόνος εἰς πᾶσαν τὴν Λιβύην, καὶ τὰ ῥήματα αὐτῶν διῆλθε μέχρι τῆς Ἑλληνικῆς κῆς γῆς, καὶ οὕτως οἱ Λίβυες καταπλαγέντες ἐπὶ τῇ τῶν ὀρνίθων φωνῇ τό τε πραχθὲν ὑπὸ τοῦ Ἀψἐθου πανούργευμα μὴ ἐννοήσαντας θεὸν εἶχον τὸν ”Αφεθον.

τῶν δὲ Ἑλλήνων τις ἀκριβῶς ἐννοήσας τὸ σόφισμα τοῦ νενομισμένου θεοῦ διὰ τῶν αὐτῶν ἐκέασεν ψιττακῶν οὐκ ἐλέγχει μόνον, ἀλλὰ καὶ ὀρφανίζει τὸν ἀλαζόνα καὶ φορτικὸν ἐκεῖνον ἄκωπον. μετεδίδαξε δὲ ὁ Ἕλλην καθείρξας πολλοὺς ἀπὸ τῶν ψιττακῶν λέrειν· αἶθος ὑμᾶς κατακλείσας ἠνάγκασε λέγειν· Ἄφεθος θεός ἐστιν. | ἀκούσαντες όὲ οἱ Λίβυες τῆς παλινῳδίας τῶν ψιττακῶν, f. 60r πάντες ὁμοθυμαθὸν συνελθόντες κατέκαυσαν τὸν Ἄψεθον. — 3 Iren. 1 23, 1 S. 190. H. et universam inagicam adhuc amplius scrutans ita ut in stuporem cogeret multos hominum . . . ebenda Citate aus Apostelgesch.

[*](1 — 3 ἄνωθεν] IV 28 ff — 4 Iren.: a multis quasi deus glorificatus est — 5 Act. 8, —24 10ff dieselbe Geschichte von Psapbon Maximus Tyrius XXXV 4 S. 344 Hobein, von Hanno Älian Var. bist. XIV 30, von Apsephas Scbolion zu Dion Chrys. I 14 (A. Sonny, Ad Dionem Chrys. Analecta, Kiew 1896 S. 96.92))[*](2 μαγείαν Ρ 13 <ὡς> θείᾳ ö. δυνάμει > Miller (Maximus θείαν νομίσαντες εἶναι φήμην) 19 τὸ > Miller 24 ἐνοήσαντες Ρ)
136