Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον, τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα εἶναι τοῦτο, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν, ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι.

προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖον αὐτὴν μέλλειν τι λέγειν, πάλιν ἡ Τετρακτὺς) παρελθοῦσα εἰς τὸ μέσον φησίν· εὐήθη εὐήθη ἡγήσω τὸν λόγον τοῦτον, <ὅν> ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας; τοῦτο, ὅπερ οἶδας καὶ δοκεῖς ἔχειν πάλαι, τοῦτ᾿ ἐστὶν ὄνομα· φωνὴν γὰρ ἔχεις μόνον αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς.

Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα, ἓξ ἔχον γράμματα, ὑπὸ πάντων <τῶν> τῆς ἐπικαλούμενον· τὸ δὲ παρὰ τοῖς πέντε] αἰῶσι τοῦ πληρώματος πολυμερὲς τυγχάνον ἄλλης ἐστὶ μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ᾿ ἐκείνων τῶν συγγενῶν, ὡν τὰ μεγέθη παρ᾿ αὐτῶ ἐστι διὰ παντός.

Ταῦτα τὰ παρ’ ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας [*](3 — S. 178, 26 örtl. bei Irenaeus Ι 14, 3—5 S. 134ffH. — 19 Matth. 20, 16 rec; vgl. S. 78, 21 — 19. 20 I Kor. 1, 2?) [*](1, 2 #003C; #003E; aus Iren. ö. If διάφραγμα Iren. ö.: φράγμα Ρ 2 ευ Gö: ζτ ö.: βτ Ρ rentrem Ζ et Τ verenda H et Σ Iren. lat. (= Hipp.), νῶτον ζ καὶ τ, κοιλίαν η καὶ σ Epiph. ησ] κσ Ρ nach Miller 3 Μάρκον] μάγον Iren. 5 τε Ρ Epipli.: δὲ Iren. lat. (5 φήσει Ρ, φησὶν αὐτὸ Iren. 7 † μὲν Iren. We. 8 τὸ] 2 Buchst, öscht Ρ < Epiph. τῆς < Epiph. Iren.: γενήτορα Ρ 9 προπάτορα Ρ: πατροδότορα Iren. 14 προσδοκοῦντος Ρ nach Miller (mir schien ݲ nicht ausgeschlossen) πλεῖόν τι μέλλειν αὐτὴν λέγειν Iren. 14 f () unlesbar, von Miller nicht als unkenntlich bezeichnet 15 φησὶν οὕτως· ἡπηθνηγήσω Ρ, verb. Scott: φησίν· ὡς εὐκαταφρόνητον Iren. 16 τοῦτον > Iren. † ὃν Iren. Miller 16 f ἠκουσάσου τοῦτο Ρ 17 ἔχειν Ρ Iren, > Epiph. παλαιὸν Epiph. τοῦτ᾿ < > Iren. 18 μόνον ἔχεις Ρ Epiph.: δὲ Iren. lat. 19 † τῶν Iren. ö. 20 ἐπικαλούμενον ö.: ἐγκαλούμενα Ρ, γινωσκόμενον Iren, (aus Ζ. 21 ?) πέντε < > † αὐτοῦ Iren. lat. 23 ταῦτ’ οὖν τὰ Iren. ἡμῖν Iren. lat.)

178
γίνωσκε ὑπάρχειν τῶν τριῶν δυνάμεων (καὶ εἰκόν)ας τῶν ἐμπεριεχουσῶν τὸν ὅλον καὶ] τῶν ἄνω στοιχείων ἀριθμόν. τὰ μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας διὰ τὸ ἀφώνους αὐτοὺς εἶναι, τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους·

τὰ δὲ ἡμίφωνα, ὀκτὼ ὄντα, τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν φωνηέντων καὶ ἀναδεδέχθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶν δὲ ὑπ᾿ αὐτὰ τὴν ἀναφοράν· τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας, ἐπεὶ διὰ τοῦ Ἀνθρώπου ἡ φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ ὅλα· ὁ γὰρ ἠχος τῆς φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν.

ἔστιν οὐν ὁ μὲν Λόγος ὁ] ἔχων καὶ ἡ Ζωὴ ἡ] τὰ ὀκτώ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτά, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ ἐννέα. ἐπὶ δὲ τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθεν, ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ’ οὑ ἑχωρίσθη, ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν πληρωμάτων ἑνότης ἐν τῷ ἀγαθῷ οὐσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν.

καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν, καὶ ἐγένοντο οἱ τρεῖς τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες· οἵτινες τρὶς ἐφ’ ἑαυτοὺς ἐλθόντες τὸν τῶν εἰκοστεσσάρων ἀνέδειξαν ἀριθμόν. τά μέντοι τρία στοιχεῖα, (ἄ) αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἕξ, ἀφ᾿ ὧν ἀπερρύη τὰ εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀρρήτου τετράδος λόγῳ τὸν αὐτὸν <αὐ>τοῖς ἀριθμὸν ποιεῖ· ἅπερ τοῦ ἀνονομάστου ὑπάρχειν.