Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ στόμα λαλῆσαι λόγον, τὸν δὲ λόγον ὄνομα γενέσθαι, καὶ τὸ ὄνομα εἶναι τοῦτο, ὃ γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν, ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα σιωπῆσαι.

προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖον αὐτὴν μέλλειν τι λέγειν, πάλιν ἡ Τετρακτὺς) παρελθοῦσα εἰς τὸ μέσον φησίν· εὐήθη εὐήθη ἡγήσω τὸν λόγον τοῦτον, <ὅν> ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας; τοῦτο, ὅπερ οἶδας καὶ δοκεῖς ἔχειν πάλαι, τοῦτ᾿ ἐστὶν ὄνομα· φωνὴν γὰρ ἔχεις μόνον αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς.

Ἰησοῦς μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα, ἓξ ἔχον γράμματα, ὑπὸ πάντων <τῶν> τῆς ἐπικαλούμενον· τὸ δὲ παρὰ τοῖς πέντε] αἰῶσι τοῦ πληρώματος πολυμερὲς τυγχάνον ἄλλης ἐστὶ μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ᾿ ἐκείνων τῶν συγγενῶν, ὡν τὰ μεγέθη παρ᾿ αὐτῶ ἐστι διὰ παντός.