Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὔτως δ᾿ ἂν σαφέστερον μάθοι τις τὸ λεγόμενον· τὸ δέλτα στοιχεῖον γράμματα ἔχει ἐν ἑαυτῷ πέντε, τὸ δέλτα καὶ τὸ εἶ καὶ τὸ λάβδα καὶ τὸ ταῦ καὶ τὸ ἄλφα, καὶ αὐτὰ ταῦτα τὰ γράμματα δι᾿ ἄλλων <γράφεται γραμμάτων, καὶ τὰ ἄλλα δι᾿ ἄλλων>.

εἰ οὖν πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα, πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μείζον᾿ εἶναι τὸν πόντον τῶν γραμμάτων; καὶ εἰ τὸ ὲν γράμμα ἄπειρον <οὕτ>ως, ὀρᾶτε ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ ὡν τὸν προπάτορα ἡ Μάρκου φιλοπονία, μᾶλλον δὲ ματαιοπονία βούλεται συναιστᾶν.

διὸ καὶ τὸν Πατέρα ἐπιστάμενον τὸ ἀχώρητον αὑτοῦ δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ αἰῶνας καλεῖ, ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον ἐκφωνεῖν.