Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Καὶ γὰρ καὶ ὁ μακάριος πρεσβύτερος Εἰρηναῖος παρρησιαί- τερον τῷ ἐλέγχῳ προσενεχθεὶς τὰ τοιαῦτα λούσματα καὶ ἀπολυτρώσεις ἐξέθετο, ἁδρομερέστερον εἰπὼν ἃ πράσσουσιν, οἷς ἐντυχόντες τινὲς αὐτῶν ἤρνηνται οὕτως παρειληφέναι, ἀεὶ ἀρνεῖσθαι μανθάνοντες. διὸ φροντὶς ἡμῖν γεγένηται ἀκριβέστερον ἐπιζητῆσαι καὶ ἀνευρεῖν λεπτομερῶς ἃ καὶ ἐν τῷ πρώτῳ λουτρῷ παραδιδόασιν, τὸ τοιοῦτο καλοῦντες, καὶ ἐν τῷ δευτέρω, ὃ ἀπολύτρωσιν καλοῦσιν.

ἀλλ’ οὐδὲ τὸ ἄρρητον αὐτῶν ἔλαθεν ἡμᾶς. ταῦτα δὲ συγκεχωρήσθω Οὐαλεντίνῳ καὶ τῇ αὐτοῦ σχολῇ. ὁ δὲ Μάρκος μιμούμενος τὸν διδάσκαλον καὶ αὐτὸς ἀναπλάσσει ὅραμα, νομίζων αὔτως δοξασθήσεσθαι. καὶ γὰρ Οὐαλεντῖνος φάσκει ἑαυτὸν ἑωρακέναι παῖδα νήπιον ἀρτιγέννητον, οὑ πυθόμενος ἐπιζητεῖ τίς ἂν εἵη, ὁ δὲ ἀπεκρίνατο λέγων, ἑαυτὸν εἶναι τὸν λόγον· ἔπειτα προσθεὶς τραγικόν τινα μῦθον ἐκ τούτου συνιστᾶς βούλεται τὴν ἐπικεχειρημένην αὐτῷ αἵρεσιν.

τούτῳ τὰ ὅμοια τολμῶν ὁ Μάρκος λέγει ἐληλυθέναι πρὸς αὐτὸν σχήματι γυναικείῳ τὴν Τετράδα, ἐπειδή, φησί, τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο, καὶ μηνῦσαι αὐτὴν ἥτις ἦν, καὶ τὴν τῶν πάντων ένε- [*](12 Irenaeus] Ι 21 S. 180 ff Η.) [*](25 — S. 175, 10 Iren. Ι 14, 1 S. 128ffH. αὐτὴν τὴν πανυπερτάτην ἀπὸ τῶν ἀοράτων ἀκατονομάστων τόπων τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ πρὸς αὐτόν, ἐπειδή, φησί. τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο (Joh. 21, 25), καὶ μηνῦσαι αὐτὴν (semetipsatn, d. li. αὑτήν) τις ἦν καὶ τὴν πάντων) [*](1 f ἐπαγγελόμενοί Ρ 5 οὓς Ρ 6 δὲ Ρ: δ’ ἐστὶ Cniice 7 ποτ’ ἂν εἴη We. 5 Lettern, dann τὸ Ρ τὸ falsch ausgelassen bei Miller) 8 † τῶν Miller 9 κακοηθείζεσθαι Ρ αὐτοῖς? We. 11 συνεστήσαντο Roeper: ἐνεστήσταντο Ρ 14 οἱς ö.: οἱ Ρ 22 f ἄρτι γένητον Ρ 23 εἴη Miller: εἶναι Ρ 24 ἑαυτῶν Ρ τίνα] † λέγων Ρ, aber gestrichen)

174
σιν, ἣν οὐδενὶ πώποτε οὔτε θεῶν οὔτε ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μόνω̣ διηγήσασθαι οὕτως εἰποῦσαν·

ὅτε τὸ πρῶτον ὁ Πατὴρ † αὐτοῦ ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ, ὃς παραστὰς ἐπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς.

ἡ δὲ ἐκφώνησις τοῦ ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν ἀρχή, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων· ἔπειτα συνῆψε τὴν δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων· #x003E; ἐλάλησε τὴν τρίτην. ἥτις ἦν στοιχείων δέκα· καὶ τὴν τετάρτην ἐλάλησε, καὶ ἦν καὶ αὐτὴ στοιχείων δώδεκα.