Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Πάντες οὐν οἱ προφῆται καὶ ὁ νόμος ἐλάλησαν ἀπὰ τοῦ σημιουγρυοῦ, μωροῦ λέγει θεοῦ, μωροὶ οὐδὲν εἰότες. διὰ τοῦτο, φησί, λέγει ὁ σωτήρ· πάντες οἱ πρὸ ἐμοῦ ἐληλυθότες κλέπται καὶ λῃσταί εἰσι«. καὶ ὁ όπόστολος· τὸ μυστήριον ὄ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίαθη«.

οὐδεὶς γάρ, φησί, τῶν προφητῶν εἴρηκε περὶ τούτων οὐδέν, ὧν ἡμεῖς λέγομεν· ἠγνοεῖτο γὰρ πάντα ἅτε δἠ ἀπὸ μόνου τοῦ δημιουργοῦ λελαλημένα. ὅτε οὖν τέλος ἔβλαβεν ἡ κτίσις καὶ ἴδει λοιπὸν γενέσθαι »τὴν ἀποκόλυφιν τῶν υἱῶν τοῦ θεοῦ«, τουτέστι τοῦ δημιουργοῦ, τὴν έγκεδαλυμμένην, ἠν, φησίν, ἐγκεκάλυπτο ὁ ψυχικὸς ἄνθρωπος, καὶ εἶχε κάλυμμα ἐπὶ τὴν καρδίαν«.

ὁπότε οὖν ἔδει ἀρθῆναι τὸ κάλυμμα καὶ ὀφθῆναι ταῦτα τὰ μυστήρια, γεγέννηται ὁ Ἰησοῦς διὰ Μαρίας τῆς παρθένου κατὰ τὸ εἰρημένον· Πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σέ« — πνεῦμά ἐστιν ἡ Σοφία — »καὶ δύναμις ὐφίστου ἐπισκιάσει σοι« — ὕφιστός ἐστιν ὁ δημιουγυός — διὸ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσετα«.

γεγέννητγαι γὰρ οὐκ ἀπὸ ύωίστου μόνου, ὥσπερ οἱ κατὰ τὸν Ἀδὰμ κτισθέντες ἀπὸ μόνου ἐκτίσθησαν τοῦ ὺφίστου, τουτέστι τῆς σοφίας καὶ) τοῦ δημιουργοῦ· ὁ δὲ Ἰησοῦς ὁ καινὸς ἄνθρωπος, ό ἀπὸ Πνεύματος ἁγίου <καὶ ὑψίστου>, τουτέστι τῆς Σοφίας καὶ τοῦ δημιουργοῦ, ἴνα τὴν μὲν πλάσιν καὶ κατασκευὴν τοῦ σώματος αὐτοῦ ὁ δημιουργὸς καταρτίσῃ, [*](1 Ι Κοr. 2, 14, Iren. I 8,3 —3—6 vgl. S. 162, 5ff — 7 Matth. 11, 13; Luk. 16, 16 — 9 Joh. 10, 8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λησταί vgl. Zahn, Gesch. des Kanons I 732 1 — 9ff vgl. Clemens Strom. 1 81 S. 52, 24 tf St. — lOf Rom. 16, 25 κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αίωνιοις σεσιγημένου Ephes. 3, 4.5 ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, δ έτέραις γενεαῖς οὐΚ ἐγνωρίσθη vgl. Κοί. 1, 26 — 14 f Röm. 8, 19 ἠ γὰρ άποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν θεοῦ ἀπεκδέχεται vgl. VII 25, 5 — 16f II Kor. 3, 15 κάλυμμα ἐπὶ τὴν καρδίαν αύτιῶν κεῖται 16 περιαιρεῖται τὸ κἀλυμμα — 19 Luk. 1, 35 — 24 καινὸς ἄνθρωπος Ephes. 2, 15. 4, 24) [*](8 οἰδότγες Ρ 12 hinter πάντα ücke ö. 18 γεγένηται Ρ 21 γεγένηται ρ Ρ 22 μόνου1 Gö.: μόνον Ρ 23 ύψίστου <ἀλλ᾿ ἀπὸ τοῦ πνεύματος ὑψίστου>, τουτέστι τῆς σοφίας κτλ. und Ζ. 24 δὲ > Bernays τῆς > Miller 24 ὁ3 > Klost. 24 f < > We., vgl. S.)

165
τὴν δὲ αύτοῦ αὐτοῦ τὸ Πνεῦμα παράσχῃ τὸ ἅγιον καὶ γένηται λόγος έπουράνιος ἀπὸ τῆς όγδοάδος γεννηθεὶς διὰ Μαρίας.

περὶ τούτου ζήτησις μεγάλη ἐστὶν αὐτοῖς καὶ σχισμάτων καὶ διαφορᾶς ἀφορμή. καὶ γέγονεν ἐντεῦθεν ἡ διδασκαλία αὐτῶν διῃρημένη, καὶ καλεῖται ἡ μὲν ἀνατολική τις διδασκαλία κατ' αὐτούς, ἡ δὲ Ἰταλιωτική.

οἱ μὲν ἀπὸ τῆς Ἰταλίας, ὧν ἐστιν Ἡρακλέων καὶ Πτολεμαῖος, ψυχικόν φασι τὸ σῶμα τοῦ Ἰησοῦ γεγονέναι, καὶ διὰ τοῦτο ἐπὶ τοῦ βαπτίσματος τὸ πνεῦμα ὡς περιστερὰ κατελήλυθε, τουτἐστιν ὁ λόγος ό τῆς μητρὸς ἄνωθεν τῆς Σοφίας, καὶ <ἐγ> τῷ ψυχικῶ, καὶ ἐγήγερκεν ἐκ νεκρῶν. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὐμῶν«, ἤτοι ψυχικά. ό χοῦς γὰρ ὑπὸ κατάραν έλήλυθε·

»γῆ γάρ«, φησίν, καὶ »εἶ, γῆν ἀπελεύσῃ«. οἱ δ’ αὖ ἀπὸ τῆς ἀνατολῆς λέγουσιν, ών ἐστιν Ἀξιόνικος καὶ Ἀρσησιάνης, ὅτι πνευματικὸν ἦν τὸ σῶμα τοῦ σωτῆρος· Πνεῦμα γὰρ ἅγιον ἦλθεν ἐπὶ τὴν Μαρίαν, τουτέστιν, ὴ Σοφία, καὶ ἠ δύναμις τοῦ ὐψίστου, ὴ δημιουργικὴ τέχνη, ἕνα διαπλασθῇ τὸ ὑπὸ τοῦ πνεύματος τῇ Μαρίᾳ σοθέν.

Ταῦτα ούν ἐκεῖνοι ζητείτωσαν κατ᾿ αὐτοὺς καὶ εἴ τινι ἄλλῳ [*](1 f. 76ν) γένηται φίλον ζητεῖν. ἀλλ’ έπιλέγει· ὡς διώρθωτο μὲν τὰ κατὰ τοὺς αἰῶνας ἔσω σφάλματα, διώσθωτο δὲ καὶ κατὰ τὴν άγσοάδα, τὴν ἔξω Σοφίαν, διώρθωτο δὲ καὶ κατὰ τὴν ἑβδομάδα —