Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἱν᾿ οὖν μηδ’ ὁλως τοῖς αἰῶσι τοῖς τελείοις καταφανῆ τοῦ ἐκτρώματος ἡ ἀμορφία, πάλιν καὶ ό Πατὴρ ἐπιπροβάλλει αἰῶνα ἕνα τὸν Σταυρόν, ὁς γεγεννημένος μέγας. ὡς μεγάλου καὶ τελείου πατρός, εἰς φρουρὰν καὶ χαράκωμα τῶναἰώ- προβεβλημένος, ὅρος γίρεται τοῦ πληρώματος, ἔχων ἐντὸς ἑαυτοῦ πάντας πάντας τοὺς τριάκοντα αἰῶνας· Ε; οῦτοι γάρ εἰσιν οἱ προβεβλημένοι.

καλεῖται δὲ Ὅρος μὲν οὗτος, ὅτι ἀφορίξει ἀπὸ τοῦ πληρώματος ἔξω τὸ ὑστέρημα, Μετοχεὺς δέ, ὅτι μετέχει καὶ τοῦ ὑστερήματος, Σταυρὸς δέ, ὅτι έπηγεν ἀκλινῶς καὶ ἀμετακινήτως, ὡς μὴ δύνασθαι μηδὲν τοῦ ὑστερήματος καταγενέσθαι έγγὺς τῶν ἐντὸς πληρώματος αἰώνων.

ἔζω οὐν τοῦ Ὅρου, τοῦ Σταυροῦ, τοῦ Μετοχέως ἐστὶν ἡ καλουμένη κατ᾿ αὐτοὺς Ὁγδοάς, ἥτις ἐστὶν ἠ ἐκτὸς πληρώματος Σοφία, ἡν ό Χριστὸς ἐπιπροβληθεὶς ὑπὸ τοῦ Νοῦ καὶ τῆς Ἀληθείας ἐμόρφωσε καὶ ἀπειργάσατο τέλειον αἰῶνα, οὐδενὶ τῶν ἐντὸς πληρώματος χείρονα δυν(άμεν)ον γενέσθαι.

ἐπειδὴ δὲ μεμόρφωτο ὴ Σοφία ἔζω καὶ οὐχ οἶόν τε ἦν [ἴσον] τὸν Χριστὸν καὶ ἅγιον <Πνεῦμα> ἐκ ἐκ τοῦ Νοὸς προβεβλημένα καὶ τῆς Αληθείας ἐ̓ξω τοῦ πληρώματος μένειν, ανέσραμεν ἀπὸ τῆς μεμορφωμένης ὁ Χριστὸς καὶ τὸ ὄγιον Πνεῦμα πρὸς τὸν Νοῦν καὶ τὴν Ἀλήθειαν, ἐντὸς τοῦ ὅρου [ἢ] μετὰ τῶν ἄλλων αἰώνων δοξάξων τὸν Πατίρα.