Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

† τε ὅλως, φηθί, γεννητὸν οὐδέν, Πατὴρ δὲ ἦν μόνος ἀγέννητος, οὐ τόπον ἔχων, οὐ χρόνον, οὐ σύμβουλον, οὐκ ἄλλην τινὰ κατ’ ούδένα τῶν τρόπων νοηθῆναι δυναμένην οὐδίαν· ἀλλὰ ἦν μόνος, ἠρεμῶν, ὡς λἐγουσι, καὶ ἀναπαυόμενος αὐτὸς ἐν ἑαυτῷ μόνος. ἐπεὶ δὲ ἦν γόνιμος, ἔδοξεν αὐτῷ ποτε τὸ κάλλιστον καὶ τελεώτατον, ὅ εἶχεν ἐν ἐαυτῷ, γεννῆσαι καὶ προαγαγεῖν· φιλέρημος γὰρ οὐκ ἦν. ἄγάπη γάρ, φησίν, ἦν ὅλος, ἡ δὲ ἀγάπη οὐκ ἔστιν ἀγάπη, ἐὰν μὴ ῇ τὸ ἀγαπώμενον.

προέβαλεν οὐν καὶ ἐγέννησεν αὐτὸς ὁ Πατήρ, ὥσπερ ἦν μόνος, Νοῦν καὶ Ἄλήθειαν, τουτέστι δυάδα, ἥτις κυρία καὶ ἀρχὴ γέγονε καὶ μήτηρ πάντων τῶν ἐντὸς πληρώματος καταριθμουμένων αἰώνων ὑπ’ αὐτῶν.

προβληθεὶς δὲ ὁ Νοῦς καὶ ἡ Ἀλήθεια ἀπὸ τοῦ Πατρός, ἀπὸ γονίμου γόνιμος, προέβαλε καὶ αὐτὸς Δόγον καὶ Ζωήν, τὸν Πατέρα μιμοὐμενος· ὁ δὲ Δόγος καὶ ἡ Ζωὴ προβάλλουσιν ¨Ανθρωπον καὶ Ἑκκλησίαν. ό δὲ Νοῦς καὶ ἡ ᾿ Αλήθεια, ἐπεὶ εἶδον τὸν Λόγον καὶ τὴν Ζωήν, τὰ ἶδια γεννήματα, γόνιμα γεγενημένα, ηὐχαρίστησαν τῷ Πατρὶ τῶν ὅλων καὶ προσφέρουσιν αὐτῷ τέλειον ἀριθμόν, αἰῶνας δέκα.

τούτου γἀρ, φηοί. τελειότερον ἀριθμοῦ ὁ Νοῦς καὶ ἡ ᾿Αλήθεια τῷ Πατρὶ προσενεγκεῖν οὐκ ἠσυνήθησαν. ἔδει γὰρ τέλειον ὄντα τὸν Πατέρα ἀριθμῷ δοξάξεσθαι εελείῳ· τέλειος δέ ἐστιν ὁ δέκα, ὅτι πρῶτος τῶν κατὰ πλῆθος γινομένων οοὑτός ἐστι τέλειος. τελειότερος δὲ ὁ Πατήρ, [*](8—157, 22 vgl. Iren. 1 1, 1. 2 S. 8ff Η. — 10 σύμβουλον] vgl. Rom. 11 — 14 f vgl. 1 Joh. 4, 8. 16. Iren. 1 2, 2 S. 15 H.) [*](1 ἄθηλυ Ρ, verb. Roeper 2 δύνασθαι < ? We. 5f αὐτοῖς πρὸς ἑαυτοὺς Ρ 6 δυοῖς Ρ 7 οὐσίαν Ρ ἄθηλυ Ρ 8 ὅσ᾿ Cruice: ὡς Ρ τε Ρ: ἠν χρόνος Ε; We. (vgl. Norden, Agnostos Theos S. ἦν ö. 9 γενητὸν Ρ 13 δ] ὂν Ρ ἑαυτῶ (nicht αὐτῶ) Ρ 14 ὅλος aus ὅλως Ρ ῇ ἦν Ρ 16 ἐγέννησεν Ρ αὐτὴν Ρ ὅσπερ We. 17 ἥτις καὶ ῥίξα καὶ vgl. S. 158, 4 18 κατὰ ἀριθμουμένων Ρ 22 τὸν λόγον καὶ τὴν ξωὴν We.: τοῦ λόγου καὶ τῆς ζωῆς Ρ, > Gö. 23 γεγεννημένα Ρ 25 25f πρῶτον — τἐλλος. Ρ. Boetticher bei Bimsen 28 γινομένων (so) Ρ)

157
ὅτι ἀγέννητος ὢν μόνος διὰ πρώτης τῆς μιᾶς συζυγίας τοῦ Νοῦ καὶ τῆς Ἁληθείας πάσας τὰς τῶν γενομένων προβαλεῖν εὐπόρησε ῥίξας.