Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
πυρὶ γὰρ ἔοικεν ὸ θυμούμενος, μαχαίρᾳ δὲ λόγος. »σἀρον μὴ ύπέρβαινε«, μικροῦ πράγματος μὴ καταφρόνει. »φοίνικα ἐν οἰκίᾳ μὴ φύτευε«, φιλονικίαν ἐν οἰκίᾳ μὴ κατασκεὠαξε· μάχης γὰρ καὶ διαφορᾶς ἐστιν ὁ φοῖνιξ σημεῖον. »ἀπὸ δίφρου μὴ ἔσθιε«, βάναυσον τέχνην μὴ μεταχειρίζου, ἴνα μὴ σουλεύσῃς τῷ σώματι ὄντι φθαρτῷ, ἀλλὰ ποιοῦ τὸν βίον ἀπὸ λόγων· ένέσται γάρ σοι καὶ τρέφειν τὸ σῶμα καὶ τὴν φυκὴν ποιεῖν κρείττονα.
»'απὸ ὄλου ἄρτου μὴ ἀπόδακνε«· τὰ ὑπάρχοντά σου μὴ μειοῦ, ἀλλὰ ἀπὸ τῆς προσόδου ξῆθι, φύλασσε δὲ τὴν οὺσίαν ὡς ἄρτον ὁλόκληρον. κυάμους μὴ ἔσθιε«, ἀρχὴν πόλεως μὴ ἀποδέχου· κυάμοις γὰρ ἐκληροῦντο τὰς ἀρχὰς κατ’ ἐκεῖνον τὸν κρόνον.
Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα οἱ Πυθγόρειοι λέγουσιν, οὔς μιμούμενοι οἱ αἱρετικοὶ μεγάλα νομίζονταί τισι λέγειν. δημιουργὸν δὲ εἶναι τῶν γενομένων πάντων φησὶν ὀ Πυθαγόρειος λόπος τὸν μέγαν γεωμέτρην καὶ ἀριθμητὴν ἥλοιν καὶ ἐστηρίχθαι τοῦτον ἐν ὅνὄλῳ τῷ κόσμῳ, καθάπερ ἐν τοῖς σώμασι ψυχήν, ὥς φησιν ὁ Πλἀτων.
πῦρ γάρ ἐστιν ἥλιος <ὡς> ψυχή, σῶμα γῆ. »χωρισθὲν δὲ αὐδὲν ἃν ποτε ὀρατὸν γένοτιο οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ· [*](2 Plut. Aetia Romana 112 S. 290 Ε., Quaest. conviv. VIII, 7, 1 p. 727 C — 3 Plut. De Iside 10 S. 354 F. — 5 Flut. Aetia Rom. a. a. Ο., De Iside a. a. Ο. — 8 Suid. s. V. Ἄναξίμανδρος: ἀπὸ ὁλοκλήρου ἄρτου μὴ έσθίειν — 10ff Ps. Plut. De educ. pnerorum 17 p. 12 EF, Corssen Rh. M. LVII 259 — 16 . S. 155, 2f vgl. Cumont in der zu Ζ. 18 citierten Schrift S. 459 ff. Eine genaue Parallele kenne ich nicht — 18 vgl. äisches Orakel bei Froclus In Remp. In 220, 14 Kroll τὸ ήλιακὸν πῦρ κραδίης τόπῳ ἐστήριζεν (Kroll, De orac. Chald. S. 32), vgl. Cumont, La theologie solaire, Memoires ésentés à ´Académie des inscriptions et belles-lettres XII 458. 471 — 17 Plato] wo? Das Citat scheint erst aufs Folgende zuzutreffen, s. die folgende Note — 18 — S. 155, 2 Plato Timaios31B: σωματοειόὲς δὲ δὴ καὶ ἀρατὸν ἀπιόν τε δεῖ τὸ γενόμενον εἶνξαι· κωρισθὲν δὲ πυρὸς σὐδὲν ἄν ποτε ὁρατὸν γένοιτο οὐδὲ ἀπτὸν ἄνευ τινὸς στερεοῦ, στερεὸν δὲ οὐκ ἄνευ γῆς. ὅθεν ἐκ πυρὸς καὶ γῆς τὸ τοῦ παντὸς ἀρχ·όμενος ξυνιστάναι σῶμα ὁ θεός ἐποίει ... 32 Β οὕτω δὴ πυρός τε καὶ γῆς ὕδωρ ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θέίς . . .) [*](1 μακαίρᾳ Ηὁικ α a. Ο., vgl. S. 153, 1, u. vorige Note 2 μάχαιρα Ρ σάρον Roeper: ἂσαρον Ρ 3f f. 71r oben a. R. φιλονικίαν μὴ κατασκεύσξε. θοίνικα — φύτενευε Ρ 4 διαφθορᾶς Ρ, verb. Roeper 7 τῶν βίων ἀπόλογον Ρ 11 ἐκείνων τῶν τῶν χρόνων Ρ 15 γενομένων ö.: λεγομένων Ρ 17 ὡς γάρ Diels (Z. 18 γὰρ >) 18 + ὡς Roeper δὲ γῆ Roeper: σελήνη Ρ κωρισθέντων Ρ)
ό μὲν κόσμος ἐστὶν ό αἰσθητὸς εἵς, περὶ οὑ λἐγομεν τὰ νῦν. διῄρηκε δ’ αὐτὸν ἀριθμητικός τις ὢν καὶ γεωμέτρης εἰς μοίρας ιβ. κοὶ ἔστι ταῖς μοίραις ταύταις ὀνόματα· Κριός, Ταῦρος, Δίδυμοι, καρκίνος, Λέων, Παρθένος, Ζυγός, Σκορπίος, Τοζότης, Αἰγόκερως, Ὑδροχός, ᾿ Ιχθύες.
πάλιν τῶν δώδεκα μοιρῶν ἑκάστην διαιρεῖ εἰς μοίρας μοίρας κοντα, αἵτινές ἡμέραι ἡμέραι μηνός. πάλιν αὑ τῶν τριάκοντα μοιρῶν ἑκάστην μοῖραν διαιρεῖ εὶς λεπτὰ ἑξήκοντα καὶ τῶν λεπτῶν λεπτὰ καὶ ἔτι λεπτότερα. καὶ τοῦτο ἀεὶ ποιῶν καὶ μὴ παυόμενος, ἀλλ’ ἀθροίζων ἐκ τούτων <τῶν> μοιρῶν τῶν διῃρημένων καὶ ποιῶν καὶ αὐθις ἀναλύων καὶ διαιρῶν τὸ συγκείμενον τὸν μέγαν ἐνιαυτον όπεργάςεται κόσμου.
Τοιαύτη τις, ὡς ἐν κεφαλαίοις εἰπεῖν ἐπελθόντα, ἡ Πυθαγόρου καὶ Πλάτωνος συνέστηκε δόξα, ἀφ᾿ ἠς Οὐαλεντῖνος, οὐκ ἀπὸ τῶν εὐαγγελίων, τὴν αἵρεσιν τὴν έαυτοῦ συναγαγών, ὡς ἐπιδείζομεν, δικαίως Πυθαγορικὸς καὶ Πλατωνικός, οὐ Χριστιανὸς λογισθείη. Οὐαλεντῖνος τοίνυν καὶ Ἡραλἐων καὶ Πτολεμαῖος καὶ πᾶσα ἡ τούτων σχολή, οἱ Πυθαγόρου καὶ Πλάτωνος μαθηταί, ἀκολουθήσαντες τοῖς καθηγησαμένοις, αριθμητικὴν τὴν διδασκαλίαν τὴν ἑαυτῶν κατεβάλοντο.