Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀπεργάζεται δὲ αὐτοῖς ἡ φιλία ἄφθαρτον, ἄίδιον τὸν κόσμον, ὡς ὑπονοοῦσιν — ἔστι γὰρ ἡ οὐσία καὶ ὁ κόσμος ἕν — τὸ τὸ δὲ νεῖκος διασπᾷ καὶ διαφέρει καὶ πολλὰ πειρᾶται καταδιαιροῦν τὸν κόσμον ποιεῖν.

ὥσπερ εἴ τις ἀριθμητικῶς τὴν μυριάδα εἰς χιλιάδας καὶ ἐκατοντάδσς καὶ δεκάδος, καὶ δραχμὰς εἰς ὀβολοὺς καὶ κοδράντας μικροὺς κατακερματίσας τέμνει, οὕτω τὸ ωεῖκος τὴν οὐσίαν τοῦ κόσμου, φησί, τέμνει εἰς ξῷα, φυτά, μἐταλλα καὶ τὰ τούτοις παραπλήσια· καὶ ἔστ τῆς γενέσεως τῶν γινομένων πάντων κατ᾿ αὐτοὺς δημιουργὸς τὸ νεῖκος, ἡ δ᾿ αὖ φιλία ἐπιτροπεύουσα καὶ προνοουμένη τοῦ παντὸς ἵνα μένῃ καὶ εἰς τὸ ἕν τὰ διῃρημένα καὶ τοῦ παντὸς ἀπεσπασμένα συνάγουσα καὶ έξάγουσα τοῦ βίου, συνάπτει καὶ προστίθησι τῷ παντί, ἵνα μένῃ καὶ ἔσται ἴν.

οὐ παύσεται οὐν οὔτε τὸ νεῖκος τὸν κόσμον διαιροῦν οὔτε ἡ φιλία τὰ τῷ τῷ κόσμῳ προσνέμουσα. #x003E; τίς ἐστιν, ὡς κατὰ Πυθαγόραν ἡ τοῦ κόσμου διανομή. λέγει δὲ Πυθαγόρας εἶναι ἀπορραγάδας τοῦ ἡλίου τοὺς ἀστέρας, καὶ τὰς ψυκὰς τῶν ζῴων ἀπὸ τῶν ἄστρων φέρεσθαι· εἶναι δὲ αὐτὰς θνητὰς μέν, ὅταν ὦσιν ἐν τῷ σώματι, οἱονεὶ ἐγκατορωρυγένας ὡς ἐν τάφω, άνίστασθαι δὲ καὶ [*](f. 70r) γίνεσθαι ἀθανάτους, ὅταν τῶν σωμάτων ἀποβῶμεν. ὅθεν ὁ Πλάτων ἐρωτηθεὶς ὑπό τινος· τί ἐστι φιλοσοφία; ἔφη· χωρισμὸς ψυχῆς ἀπὸ σώματος.