Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
ὡσαύτως δὲ ἔχει καὶ τὰ τῆς ἀφῆς· σκληρὸν γὰρ ἢ ἁπαλόν, ἢ θερμὸν ἢ ψυχρὸν οὐχ οἶόν τέ ἐστιν ἀκούσαντα δἰδέναι, ἀλλὰ γὰρ τῶν τοιούτων ἐστὶ κρίσις ὴ ἁφή. τούτων οὕτως ὑφεστηκότων ἡ διακόσμησις τῶν γεγονότων καὶ γινομένων ἀριθμητικῶς γινομένη θεωρεῖται.
ὅν γὰρ τρόπον ἀπὸ μονάδος ξυράμενοι κατὰ προσθήκην μονάδων ἢ τριάδων καὶ τῶν ἑξῆς ἀθροιξομένων ἀριθμῶν ἕν τι σύστημα ποιοῦμεν μέγιστον ἀριθμοῦ, πόλιν ἀπὸ τοῦ κατὰ τὴν σύνθεσιν ἀθροισθέντος ἀφαιρέσει τινὶ καὶ ἀναποδισμῷ λύσιν τῶν συνεστώτων ἀριθμητικῶς ἐργαξόμεθα,
οὔτω φησὶ καὶ τὸν κόσμον όριθμητικῷ τινι καὶ μουσικῷ δεσμῷ δεδεμένον ἐπιτάσει καὶ ἀνέσει καὶ προσθήκῃ καὶ ἀφαιρέσει ἀεὶ καὶ διὰ παντὸς ἀδιάφθορον φυλαχθῆναι. τοιγαροῦν καὶ περὶ τῆς διαμονῆς τοῦ κόσμου ἀποφαίνονται τοιοῦτόν τινα τρόπον οἱ Πυθαγορικοί·