Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τοῦτον γὰρ οἶδε μόνον τέλειον ἀριθμὸν Πυθαγόρας τὸν δἐκα· τὸν γὰρ ἕνδεκα καὶ δώδεκα προθήκην καὶ ἐπαναποδισμὸν τῆς δεκάδος, οὐκ ἄλλου τινὸς ἀριθμοῦ γέννησιν τὸ προστιθέμενον]. πάντα τε σώματα στερεὰ ἐξ ἀσωμάτων γεννᾷ. τῶν τε γὰρ σωμάτων καὶ ἀσωμάτων ὁμοῦ στοιχεῖον εἶναί φησι καὶ ἀρχὴν τὸ σημεῖον ὅ ἐστιν ἀμερές· γίνεται δέ, φησίν, ἐκ σημείου γραμμή, καὶ ἐκ γραμμῆς ἐπιφάνεια ἐπιθάνεια δὲ ῥυεῖσα δὲ βάθος βάθος ὑφέστηκε, φηθί, σῶμα. 4 ὅθεν καὶ ὅρκος τίς ἐστι τοῖς Πυθαγορικοῖς ἡ τῶν τεσσάρων στοικείων συμφωνία. ὀμνύουσι δ᾿ οὕτως·

  • ναὶ μὰ τὸν ἁμετέρᾳ παραδόντα τετρακτύν, τετρακτύν,
  • πηγὴν ἀενάου φύσεως (ῥιζώματ᾿)
  • ἔστι δὲ ἡ τετρακτὺς τῶν φυσικῶν κοὶ στερεῶν σωμάτων ἀρχή, ὡς ἡ μονὰς τῶν νοητῶν. ὅτι δὲ καὶ ὴ τετρακτὺς γεννᾷ, φησί, τὸν τέλειον ἀριθμόν, ὠς ἐν τοῖς νοητοῖς Ε;, τὸν δέκα, διδάσκουσιν οὕτως· εἰ ἀρξάμενος ἀριθμεῖν λέγει τις ὅτι ἕν, καὶ ἐπιφέρει δύο, ἔπειτα ὁμοίως τρία, ἔσονται ταῦτα ἕξ· πρὸς δὲ τούτοις ἔτι τέσσαρα, ἐ̓οται ὁμοίως τὸ πᾶν δέκα. τὸ γὰρ ἴν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὁ τέλειος ἀριθμός. οὕτως; φησί, κατὰ πάντα ἐμιμήσατο ἡ τετρακτὺς τὴν νοητὴν μονάδα, τέλειον ἀριθμὸν γεννῆσαι δυνγθεῖσαν.

    Δύο οὗν κατὰ τὸν Πυθαγόραν εἰσὶ κόσμοι, εἷς μὲν ὅς ἔχει τὴν μονάδα ἀρχήν, εἶς δὲ αἰαθητός· τούτου δέ ἐστι τετρακτὺς ἔχουσα ἰῶτα, τὴν »μίαν κεραίαν‘, ἀριθμὸν τέλειον· καὶ ἔαὶ ἔστι κατὰ τοὺς Πυθαγορικοὺς τὸ τ, ἡ μία κεραία, πρώτη καὶ κυριωτάτη καὶ τῶν νοητῶν <καὶ τῶν αἰσθητῶν> ούσία νοητῶς καὶ Ε;