Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἰ γὰρ καὶ έν τοῖς πρόερον ὑφ’ ἡμῶν πεπονημένοις ἔγκεινται καὶ τὰ Πυθαγόρᾳ καὶ Πλάτωνι δεδοκημένα, ἀλλά γε καὶ νῦν οὐκ ἀλόγως ὑπομνησθήσομαι δι’ ἐπιτομῆς τὰ κορυφαιότατα τῶν αύτοῖος ἀρε σκομένων, πρὸς τὸ εὐεπίγνωστα γενέσθαι τὰ Οὐαλεντίνῳ δόξαντα διὰ τῆς έγγίνος παραβάσεως καὶ ὸμοίας συγκρίσεως, τῶν μὲν πάλαι απ

Αἰγυπτίων ταῦτα παραλαβόντων καὶ εὶς Ἕλληνας μεταδιδαξάντων, τοῦ δὲ παρὰ τούτων, ὅτι <δὲ> παρ’ αὐτῶν, διαψευσαμένου ἰδίαν δόξαν συστῆσαι πεπειραμένου, * * * σπαράσσοντα μὲν τὰ ἐκείνων ὀνόμασι καὶ ἀριθμοῖς, ἰδίως δὲ καλέσαντα καὶ μέτροις διορίσαντα, ὅπως αἵρεαιν Ἑλληνικὴν ποικίλην μέν, ἀσύστατον δὲ κοὶ οὐκ ἀνήκουσαν Χριστῷ συστήσῃ.