Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἐγὼ καὶ σὺ ἔν, πρὸ ἐμοῦ σύ, τὸ μετὰ σὲ αὔτη, αὕτη, φησίν, ἐστὶ δύναμις μία, διῆρημένη ἄνω κάτω, αὑτὴν γεννῶσα, αὑτὴν αὔξουσα, αὑτὴν ζητοῦσα, αὑτὴν εὑρίσκουσα, αὺτῆς μήτηρ ούδα, αὑτῆς πατήρ, αὑτῆς ἀδελφή, αὑτῆς αύδυγος, αὑτῆς θυγάτηρ, αὑτῆς υἱός, μήτηρ πατήρ, ἔν, ούδα ῥίζα τῶν αλων.

Καὶ ὅτι, φησίν, ἀπὸ πυρὸς ἡ ἁρχὴ τῆς γενέο͂εώς ἐστι τῶν γεννωμένων, τοιοῦτον κατανόει τινὰ τρόπον. πάντων, ὅσων γένεσίς ἐστιν, ἀπὸ πυρὸς ἡ ἀρχὴ τῆς ἐπιθυμίας τῆς γενέσεως γίνεται. τοιγαροῦν πυροῦσθαι τὸ ἐπιθυμεῖν τῆς μεταβλητῆς γενέσεως ὀνομάζεται.

ἒν δὲ ὂν τὸ πῦρ τροπὰς στρέφεται δύο. στρέφεται γάρ, φησίν, ἐν τῷ ἀνδρὶ τὸ αἶμα, καὶ θερμὸν καὶ ξανθὸν ὡς πῦρ τυπούμενον, εἰς σπέρμα, ἐν δὲ τῇ γυναικὶ τὸ αὐτὸ τοῦτο αἶμα εὶς γάλα. καὶ γίνεται ἡ τοῦ ἄρρενος τροπὴ γένεσις, ἡ δέ τῆς θηλείας τροπὴ τροφὴ τῷ γεννωμένῳ. αὔτη, φησίν, ἐστὶν ἡ φλογίνη ῥομφαία ἡ στρεφομένη φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωής«,

στρέφεται τὸ τὸ αἶμα εἰς σπέρμα καὶ γάλα, καὶ γένεται ἡ δύναμις αὔτη μήτηρ καὶ πατήρ, πατὴρ τῶν γινομένων καὶ αὔξησις τῶν τρεφομένων, ἀπροσδέης, σύτάρκης. φυλάσσεται δέ, φησί, τὸ ζύλον τῆς ζωῆς διὰ τῆς στρεθομένης νης φλογίνης ῥομφαίας, ὡς εἰρήκαμεν, ἡ δύναμις ἡ ὲβδόμη ἡ ἐξ αὑτῆς, ἡ πάντας ἔχουσα, ἡ ἐν ταῖς ἕξ κατακειμένη δυνάμεσιν.