Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἐπὶ τοῦτο, φησί, τὸ ὕδωρ πᾶσα φύσις εἰσέρχεται τὰς ἑαυτῆς οὐσίας ἐκλέγουσα, καὶ προσέρχεται ἑκάστῃ φύσει ἀπὸ τοῦ ὕδατος τούτου τὸ οἰκεῖον, φησί, μᾶλλον ἢ σίδηρος τῇ Ἡρακλείᾳ λίθῳ καὶ ὁ χρυσὸς τῇ [*](5f Gen. 2, 10 — 7 —10 Gen. 2, 10 —12 — 7ff eine andere allegorische Deutung bei Philo Leg. alleg. I § 63ff Cohn, Quaest. in Gen. I 12 — 11 Gen. 2, 13 — 13. 16 Gen. 2, 14 — 22 Gen. 1. 7 — 23 Joh. 4, 10 εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζών 14 τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, vgl. V 19, 21. 27, 3 Ende und Resch, TU Χ 4 S. 88 — 26—S. 102, 1 vgl. V 17, 9. 10. 21) [*](1 ιἷον ἰδία Ρ, verb. ö. 4 οὐρανὸν ö. + δ’ Miller 5 τὸν <λοιπὸν> Miller 8 οὖν] οὗ variante LXX ö. 10 + ἐστὶν ö. 15 φησίν ö.: φασίν Ρ 17 τὸ ö.: τοῦ Ρ, τὴν? Miller 20 + ὃς Diels, + ἣ ö. 25 εἰσέρχεται] ἔρκεται ö. 26 ἑκάστη φύσις Ρ, verb. Miller)

102
τοῦ θαλασσίου ἱέρακος κερκίδι καὶ τὸ ἄχυρον τῷ ἠλέκτρῳ.

εἰ δέ τις, φησίν, ἐστὶ τυφλὸς ἐκ γενετῆς καὶ μὴ τεθεαμένος »φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον‘, δι᾿ ἡμῶν ἀναβλεψάτω καὶ ἰδέτω οἱονεὶ διά τινος παραδείσου παμφύτου καὶ πολυσπερμάτου ὗδωρ διερχόμενον διὰ πάντων τῶν φυτῶν καὶ τῶν σπερμάτων καὶ ὄψεται, ὄτι ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ὕδατος ἐκλέγεται καὶ ἐπισπᾶται ἡ ἐλαία τὸ ἔλαιον καὶ ἡ ἄμπελος τὸν οὖνον καὶ τῶν ἄλλων καὶ γένος ἕκαστον φυτῶν.