Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὗτος φησίν, ἐστὶν ὄσφρησις, ὀξυτάτῃ χρώμενος τῇ φορᾷ τοῦ ῥεύματος· [*](f. 39v) πορεύεται δὲ κατέναντι Ἀσσυρίων, ὅτι ἐκπνέοντι τῷ πνεύματι κατὰ τὴν ἀναπνοὴν τὸ ἔξωθεν ἀπὸ τοῦ ἀέρος συρόμενον ὀξύτερον καὶ βιαιότερον ἐπεισέρχεται πνεῦμα. ἀναπνοῆς γάρ, φησίν, αὕτη φύσις.

ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης«. τοῦτον λέγουσι στόμα, δι᾿ οὑ ἡ τῆς προσευχῆς ἔξοδος καὶ ἡ τῆς τροφῆς εἴσοδος, <ὃς> καὶ τρέφει καὶ χαρακτηρίζει τὸν πνευματικὸν τέλειον ἄνθρωπον. τοῦτο, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ ὑπεράνω τοῦ στερεώματος, περὶ οὑ, φησίν, εἴρηκεν ὁ σωτήρ· »εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν, σὺ ἂν ᾔτησας παρ’ αὐτοῦ, καὶ ἔδωκεν ἄν σοι πιεῖν ζῶν ὕδωρ ἁλλόμενον«.