Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τοῦτο, φησίν, ἐστὶ τὸ ποτήριον τὸ κόνδυ, ἐν ᾧ βασιλεὺς πίνων οἰωνίζεται«. τοῦτο, φησί, κεκρυμμένον εὑρέθη ἐν τοῖς καλοῖς τοῦ Βενιαμὶν σπέρμασι. λέγουσι δὲ αὐτὸ καὶ Ἕλληνες, φησίν, οὕτως μαινομένῳ στόματι·

  • φέρ᾿ ὕδωρ, φέρ’ οὖνον, ὡ παῖ,
  • μέθυσόν με καὶ κάρωσον.
  • τὸ ποτήριον λέγει μοι,
  • ποδαπόν με δεῖ γενέσθαι,
  • <ἀλάλῳ λαλοῦν
  • τοῦτο, φησίν,

    ἤρκει μόνον νοηθὲν ἀνθρώποις τὸ τοῦ Ἀνακρέοντος ποτήριον ἀλάλως λαλοῦν μυστήριον ἄρρητον. ἄλαλον γάρ, φησί, τὸ Ἀνακρέοντος φησὶ] ποτήριον, ὅπερ αὐτῷ, φησὶν Ἀνακρέων, λαλεῖ ἀλάλῳ φθέγματι, ποδαπὸν αὐτὸν δεῖ γενέσθαι, τουτέστι πνευματικόν, οὐ σαρκικόν, ἐὰν ἀκούσῃ τὸ κεκρυμμένον μυστήριον ἐν σιωπῇ· καὶ τοῦτό ἐστι τὸ ὕδωρ τὸ ἐν τοῖς καοῖς ἐκείνοις γάμοις, ὃ στρέψας ὁ Ἰησοῦς ἐποίησεν οἶνον. αὕτη, φησίν, ἐστὶν ἡ μεγάλη καὶ ἀληθινὴ »ἀρχὴ τῶν σημείων‘, ἣν ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε« τὴν βασιλείαν τῶν οὐρανῶν.

    αὕτη, φησίν, ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν κατακειμένη ὡς θησαυρός, ὡς ζύμη »εἰς ἀλεύρου τρία σάτα« κεκρυμμένη.

    Τοῦτ᾿ ἔστι, φησί. τὸ μέγα καἰ ἄρρητον Σαμοθρᾴκων μυστήριον, ὃ μόνοις ἔξεστιν εἰδέναι τοῖς τελείοις, φησίν, ἡμῖν, διαρρήδην γὰρ οἱ Σαμοθρᾷκες τὸν Αδὰμ ἐκεῖνον παραδιδόασιν ἐν τοῖς μυστηρίοις τοῖς ἐπιτελουμένοις παρ’ αὐτοῖς ἀρχάνθρωπον.

    ἕστηκε δὲ ἀγάλματα [*](3 Gen. 44, 2. 4. 5 καὶ τὸ κύνδυ μοι· τὸ ἀργυροῦν ἐμβάλετε εἰς τὴν μάρσιππον τοῖ νεωτέρου . . . . ἵνα τέ ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; οὐ τοῦτό ἐστιν ἐν ᾡ πίνει ὁ κύριός μου; αὐτὸς δὲ οἰωνισμῷ οἰωνίζεται ἐν αὐτῶ — 4 Gen. 44, 12f — 6 μαινομένῳ στόματι] Heraklit Fr. 92 D. — 7 vgl. Anakreontea 52, 10 Pr. δὸς ὕδωρ, βάλ’ οἶνον ὦ παῖ. — 11 vgl. Anakreontea 17, 25. 26 τὸ δὲ πᾶν ὁ κηρὸς αὐτὸς | ἐχέτω λαλῶν σιωπῇ — 17 Joh. 2, 1 —11 — 19f Job. 2, 11 — 21 Luk. 17, 21; Matth. 13, 44 vgl. S. 83, 12f — ζύμη] Matth. 13, 33 — 23ff s. das Gedicht C. 9, 8 Σαμοθρᾷκες Ἄδαμνα σεβάσμιον — 24 τελείοις] s. Boiisset a. a. Ο. S. 289) [*](1 ἐστιν > ö. 2 + ὁ Reitz. ἰδικός <ἐστιν> ö., s. zu Ζ. ö.: γέγονε ἓν Ρ, γέγονε μὲν Miller τετάρτου <θεοῦ> Reitz. 7 beide φέρε Ρ 9 μοι Reitz.: μου F 11 <> Cruice 13 15 > Reitz. 14 φησι· > ö. λαλεῖν ö. 17 τοῖς Καναναίοις 22 εἰς ö.: ὡς Ρ 26 δὲ <καὶ> Reits.)

    91
    δύο ἐν τῷ Σαμοθρᾴκων ἀνακτόρῳ ἀνθρώπων γυμνῶν, ἄνω τεταμένας ἐχόντων τὰς χεῖρας ἀμφοτέρας εἰς οὐρανὸν καὶ τὰς αἰσχύνας ἄνω ἐστραμμένας, καθάπερ ἐν Κυλλήνῃ τὸ τοῦ Ἑρμοῦ. εἰκόνες δέ εἰσι τὰ προειρημένα ἀγάλματα τοῦ ἀρχανθρώπου καὶ τοῦ ἀναγεννωμένου πνευματικοῦ, κατὰ πάνθ᾿ ὁμοουσίου ἐκείνῳ τῷ ἀνθρώπῳ.

    τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος· »ἐὰν μὴ πίνητέ μου τὸ αἷμα καὶ φάγητέ μου τὴν σάρκα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλὰ κἂν πίητε, φησί, τὸ ποτήριον ο ἐγὼ πίνω, ὅπου ἐγὼ ὑπάγω, ἐκεῖ ὑμεῖς εἰσελθεῖν οὐ δύνασθε«.

    ᾔδει γάρ, φησίν, ἐξ ὁποίας φύσεως ἕκαστος τῶν μαθητῶν αὐτοῦ ἐστι καὶ ὅτι ἕκαστον αὐτῶν εἰς τὴν ἰδίαν φύσιν ἐλθεῖν ἀνάγκη. ἀπὸ γὰρ τῶν δώδεκα, φησί, φυλῶν μαθητὰς ἐξελέξατο δώδεκα καὶ δι’ αὐτῶν ἐλάλησε πάσῃ φυλῇ· διὰ τοῦτο, φησί, τὰ τῶν δώδεκα μαθητῶν κηρύγματα οὔτε πάντες ἀκηκόασιν οὔτε, ἐὰν ἀκούσωσι, παραδέξασθαι δύνανται. ἔστι γὰρ αὐτοῖς παρὰ φύσιν τὰ μὴ κατὰ φύσιν.

    Τοῦτον, φησί, Θρᾷκες οἱ περὶ τὸν Αἷμον οἰκοῦντες Κορύβαντα καλοῦσι καὶ Θρᾳξὶν οἱ Φρύγες παραπλησίως, ὅτι ἀπὸ τῆς κορυφῆς ἄνωθεν καὶ ἀπὸ τοῦ ἀχαρακτηρίστου ἐγκεφάλου τὴν ἀρχὴν τῆς καταβάσεως λαμβάνων καὶ πάσας τὰς τῶν ὑποκειμένων διερχόμενος ἀρχὰς πῶς καὶ τίνα τρόπον κατέρχεται, οὐ νοοῦμεν.

    τοῦτ᾿ ἔστι, φησί, τὸ εἰρημένον· »φωνὴν μὲν αὐτοῦ ἠκούσαμεν, εἶδος δὲ αὐτοῦ οὐχ ἑωράκαμεν«. άοιτετανλεβιτ γάρ, φησίν, αὐτοῦ καὶ <κε>χαρακτηρισμένου ἀκούεται φωνή, τὸ δὲ εἲδος τὸ κατελθὸν ἄνωθεν ἀπὸ τοῦ ἀχαρακτηρίστου ὁποῖόν ἐστιν εἶδεν οὐδείς. ἔστι δὲ ἐν τῷ πλάσματι τῷ [*](6 Job. 6, 53 ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς Mark. 10, 38 (Matth. 20, 22) δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω; Job. 8, 21 = 13, 33 ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν vgl. Rescb, TU Χ 4 S. 110; Zabn, Gesch. des neutest. Kanons II 630 1 öchet das ganze Citat dem Ägypterev. zuschreiben — 10. 11 vgl. Job. 2, 25. 16, 30 — 12 f vgl. Ebiouitenev. Fr. 2 Klostermann (Apokrypba II2 = Kleine Texte 8 S. 10): ὑμᾶς οὖν βούλομαι εἶναι δεκαδύο ἀποστόλους εἰς μαρτύριον τοῦ Ἰσραήλ; Kerygma Petri, Apokrypba Ι2 (Kl. Texte 3 S. 15) Fr. 3 ἐξελεξάμην ὑμᾶς δώδεκα μαθητὰς κρίνας ἀξίους ἐμοῦ — 17 —21 Reitz. vergleicht Etym. magn. 531, 7 Κορύβαντες—κρύβαντες — 17 Hinweis auf das Gedicht C. 9, 8 — 22 Über das Citat s. Bousset a. a. Ο. S. 33 und ählin zu Clem. Strom. VI 45 1) [*](1 ἀνακείῳ Maury, Revue archeologique VIII 244 1f τεμένας Ρ 2 αἰσχύνας — 3 ἐστραμμένας Ρ: αἰδοῖα—ἐστραμμένα Reitz.; vgl. zu S. 84, 5 7 φάγετε Ρ ἀποτεταγμένου Ρ, verb. ö. χαρακτηρισμένου Ρ 25 οἶδεν Cruice Reitz.)

    92
    χοϊκῷ, γινώσκει δὲ αὐτὸ οὐδείς.

    οὑτος, φησίν, ἐστὶν »ὁ τὸν κατακλυσμὸν οἰκιῶν θεὸς‘ κατὰ τὸ ψαλτήριον καὶ φθεγγόμενος <καὶ> κεκραγὼς ἀπὸ »ὑδάτων πολλῶν«. ὕδατα, φησίν, ἐστὶ πολλὰ ἡ πολυσχιδὴν τῶν θνητῶν γένεσις ἀνθρώπων, ἀφ᾿ ἧς βοᾷ βοᾷ κέκραγε πρὸς τὸν ἀχαρακτήριστον ἄνθρωπον, »ῥῦσαι« λέγων »ἀπὸ λεόντων τὴν μονογενῆ μου«.

    πρὸς τοῦτον, φησίν, ἐστὶ εἰρημένον· »παῖς μου εἶ σὺ Ἰσραὴλ, μὴ φοβοῦ· ἐὰν διὰ ποταμῶν διέλθῃς, οὐ μή σε συγκλύσωσιν, ἐὰν διὰ πυρὸς διέλθῃς, οὐ μή σε συγκαύσει«. ποταμούς, φησί, λέγει τὴν ὑγρὰν τῆς γενέσεως οὐσίαν, πῦρ δὲ τὴν ἐπὶ τὴν γένεσιν ὁρμὴν καὶ ἐπιθυμίαν· »σὺ ἐμὸς εἶ, μὴ φοβοῦ«.

    καὶ πάλιν, φησίν, »εἰ ἐπιλήσεται μήτηρ τῶν τέκνων αὐτῆς μὴ ἐλεῆσαι μηδὲ ἐπιδοῦναι μαστόν, κἀγὼ ἐπιλήσομαι ὑμῶν«, ὁ Ἀδάμας, φησί, λέγει πρὸς τοὺς ἰδίους ἀνθρώπους· »ἀλλὰ εἰ καὶ ἐπιλήσεται ταῦτα γυνή, ἀλλ ἐγὼ οὐκ ἐπιλήσομαι ὑμῶν. ἐπὶ τῶν χειρῶν μου ἐξωγράφηκα ὑμᾶς«.

    περὶ δὲ τῆς αὐτοῦ, αὐτοῦ, τουτέστι τῆς ἀναγεννήσεως, ἵνα γένηται πνευματικός. οὐ σαρκικός, λέγει, φησίν, ἡ γραφή· »ἄρατε πύλας οἱ. ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δοξης«. τοῦτ’ ἐστὶ θαῦμα θαυμάτων. »τίς« γάρ, φησίν, »ἐστὶν οὗτος ὁ βασιλεὺς τῆς δόξης;« »σκώληξ καὶ οὐκ ἄνθρωπος, ἄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ«. »αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐν πολέμῳ δυνατός«.

    πόλεμον μον δὲ λέγει τὸν ἐν σώματι, ὅτι ἐκ μαχίμων στοιχείων πέπλασται τὸ πλάσμα, καθὼς γέγραπται, φησί, »μνήσθητι πόλεμον τὸν γινόμενον ἐν σώματι«. ταύτην, φησί, τὴν εἴσοδον καὶ ταύτην τὴν πύλην εἶδεν εἰς Μεσοποταμίαν πορευόμενος ὁ Ἰακώβ, ὅπερ ἐστὶν ἀπὸ τοῦ παιδὸς ἔφηβος ἤδη γινόμενος καὶ ἀνήρ, τουτέστιν ἐγνωρίσθη τῷ εἰς Μεσοποταμίαν πορευομένῳ Μεσοποταμία δέ, φησίν,

    ἐστὶν ἡ τοῦ μεγάλου Ὠκεανοῦ ῥοή, ἀπὸ τῶν μέσων ῥέουσα τοῦ τελείου ἀνθρώπου. καὶ ἐθαύμασε τὴν οὐράνιον πύλην εἰπών· »ὡς φοβερὸς ὁ τόπος οὑτος. οὐκ ἔστι [*](1f Psal. 28, 10 κύριος τὸν κατακλυσμὸν κατοικιεῖ 3 φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν S. zu X 11, 9 — 5 Psal. 34, 17. 21, 21. 22 — 6. 10 Jes. 41, 8. 43, 1 frei citiert — 11 Jes. 49, 15 frei citiert — 13 Jes. 49, 15b. 16 frei citiert — 16 Psal. 23, 7. — 18f Psal. 23, 10 — 19f Psal. 21, 7 — 20f Psal. 23, 10. 8 — 23 Hiob 40, 27 — 24f über die Seelentore s. meine Kultur 2 S. 171f — 24f Gen. 28, 7. 12 — 28ff τέλειος] s. zu S. 91, 24 — 29 Gen. 28, 17) [*](2 οἰκιῶν Miller, s. Psal.: οἰκῶν Ρ, κατοικῶν ö. + καὶ Miller 3 ἀπὸ) ἐπὶ (s. Psal.) We. 4 πολυσχεδὴς Ρ 6 τὴν] τὸν Reitz. (Psal.) 10 #x003E; σὺ Beitz. 26 ἐφάνη γὰρ αὐτῷ #x003E;, τουτέστιν Reitz. τῷ] αὐτῷ Reitz.)

    93
    τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ«. διὰ τοῦτο, φησί, λέγει ὁ Ἰησοῦς· »ἐγώ εἰμι ἡ πύλη ἡ ἀληθινή«.

    ἔστι δὲ ὁ ταῦτα λέγων ὁ ἀπὸ τοῦ ἀχαρακτηρίστου, φησίν, ἄνωθεν ἀνωθεν κεχαρακτηρισμένος τέλειος ἄνθρωπος. οὐ δύναται οὖν, φησί, σωθῆναι ὁ τέλειος ἄνθρωπος, ἐὰν μὴ ἀναγεννηθῇ διὰ ταύτης εἰσελθὼν τῆς πύλης.

    Τὸν αὐτὸν δὲ τοῦτον, φησί, Φρύγες καὶ Πάπαν καλοῦσιν, ὅτι πάντα ἔπαυσεν ἀτάκτως καὶ πλημμελῶς πρὸ τῆς ἑαυτοῦ φανερώσεως κεκινημένα. τὸ γὰρ ὄνομα, φησί, τοῦ πάπα πάντων ὁμοῦ ἐστι τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων‘ λεγόντων· παῦε παῦε τὴν ἀσυμφωνίαν τοῦ κόσμου καὶ ποίησον »εἰρήνην τοῖς μακράν«, τουτέστι τοῖς ὑλικοῖς καὶ χοϊκοῖς, καὶ »εἰρήνην τοῖς ἐγγύς«, τούτεστι τοῖς πνευματικοῖς καὶ νοεροῖς τελείοις ἀνθρώποις, λέγουσι δὲ οἱ Φρύγες τὸν αὐτὸν τοῦτον καὶ νέκυν, οἱονεὶ ἐν μνήματι καὶ τάφῳ ἐγκατωρυγμένον ἐν τῷ σώματι.

    τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· »τάφοι ἐστὲ κεκονιαμένοι, γέμοντες«, φησίν, »ἔσωθεν ὀστέων νεκρῶν«, ὅτι οὐκ ἔστιν ἐν ὑμῖν ἄνθρωπος ὁ ζῶν· καὶ πάλιν, φησίν, »ἐξαλοῦνται ἐκ τῶν μνημείων οἱ νεκροί«, τουτέστιν ἐκ τῶν σωμάτων τῶν χοϊκῶν, ἀναγεννηθέντες πνευματικοί, οὐ σαρκικοί.

    αὕτη, φησίν, ἐστὶν ἡ ἀνάστασις ἡ διὰ τῆς πύλης γινομένη τῶν οὐρανῶν, δι᾿ ἧς οἱ μὴ εἰσελθόντες, φησί, πάντες μένουσι νεκροί. οἱ δὲ αὐτοί, φησί, Φρύγες τὸν αὐτὸν τοῦτον πάλιν ἐκ μεταβολῆς λέγουσι θεόν. γίνεται γάρ, φησί, θεός, ὅταν ἐκ νεκρῶν ἀναστὰς διὰ τῆς τοιαύτης πύλης εἰσελεύσεται εἰς τὸν οὐρανόν.

    ταύτην, φησί, τὴν πύλην Παῦλος οἶδεν ὁ ἀπόστολος, παρανοίξας ἐν μυστηρίῳ κοὶ εἰπὼν »ἡρπάσθαι ὑπὸ ἀγγέλου καὶ γεγονέναι ἕως δευτέρου καὶ τρίτου οὐρανοῦ εἰς τὸν παράδεισον αὐτόν, καὶ ἐωρακέναι ἃ ἑώρακε, καὶ ἀκηκοέναι ῥήματα ἄρρητα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν«.