Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ταῦτά ἐστι, φησί, τὰ ἄρρητα ὑπὸ πάντων λεγόμενα μυστήρια, »ἃ <καὶ λαλοῦμεν> οὐκ έν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ [*](2 Joh. 10, 9 ἐγώ εἰμι ἡ θύρα, vgl. Hipp. V 9, 21; Resch, TU X 4 S. 127f — 6. 13. 21 s. das Gedicht C. 9, 8 — 8f Phil. 2, 10 — 10f Ephes. 2, 17 — 14 Matth. 23, 27, aber der Text lautet dem Justins ähnlich, s. Preuschen, Antilegomenaz S. 44 — 17 Joh. 5, 28? scbwerlicb Mattb. 27, 52f — 24 II Kor. 12, 2—4, Bearbeitung einer apokrjpben Paulusschrift? — 28 I Kor. 2, 13.) [*](4 ὁ <μὴ> Reitz. 5 ἀναγενηθῆ Ρ 6 φασί Ρ rote Randnote περὶ τί λέγεται πάπας κατὰ φρύγας Ρ 8 <φωνὴ> πάντων Reitz., <ἀπὸ> 9 πᾶε πᾶε rot über παῦε παῖε Ρ 12 <καὶ> τελείοις Reitz., <τοῖς> τελείοις 13 τὸν αὐτὸν τοῦτον Reitz., τοῦτον αὐτὸν Ρ, vgl. Z. 20f u. S. 95, 9 13f ἐγκατρορωγυγμένον ö. 28 + Λ·αὶ λαλοῦμεν Gö.)

94
συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστί«. καὶ ταῦτα, φησίν, ἐστὶ τὰ τοῦ πνεύματος ἄρρητα μυστήρια, ἂ ἡμεῖς ἴσμεν μόνοι.

περὶ τούτων, φησίν, εἴρηκεν ὁ σωτήρ· »οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μή τινα ἐλκύσῃ ὁ πατήρ μου ὁ οὐράνιος«. πάνυ γάρ, φησί, δύσκολόν ἐστι παραδέξασθαι καὶ λαβεῖν τὸ μέγα τοῦτο καὶ ἄρρητον μυστήριον. καὶ πάλιν, φησίν. εἴρηκεν ὁ σωτήρ· »οὐ πᾶς ὁ λέγων μοι κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ έν τοῖς οὐρανοῖς«.

ὃ δεῖ ποιήσαντας, οὐχὶ ἀκούσαντας μόνον, εἰς τὴν βασιλείαν εἰσελθεῖν τῶν οὐρανῶν. καὶ Πάλιν, φησίν, εἴρηκεν· »οἱ τελῶναι καὶ οἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν«. τελῶναι γάρ, φησίν, εἰσὶν οἱ τὰ τέλη τῶν ὅλων λαμβάνοντες, ἡμεῖς δέ, φησίν, ἐσμὲν οἱ τελῶναι, »εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε«. τέλη γάρ, φησίν, εἰσὶ τὰ ἀπὸ τοῦ ἀχαρακτηρίστου εἰς τὸν κόσμον κατεσπαρμένα σπέρματα, δι᾿ ὧν ὁ πᾶς συντελεῖται κόσμος· διὰ γὰρ αὐτῶν καὶ ἤρξατο γενέσθαι.

καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »ἐξῆλθεν ὁ σπείρων τοῦ σπειραι· κοὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, τὰ δὲ ἐπὶ τὰ πετρώδη καὶ ἐξανέτειλε«, φησί, »καὶ διὰ τὸ μὴ ἔχειν βάθος ἐξηράνθη καὶ ἀπέθανε· τὰ δὲ ἔπεσε, φησίν, ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἀγαθήν, καὶ ἐποίει καρπόν ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. ὁ ἔχων«, φησίν, »ὠτα ἀκούειν ἀκουέτω«. τοῦτ᾿ ἔστι, φησίν· οὐδεὶς τούτων τῶν μυστηρίων ἀκροατὴς γέγονεν εἰ μὴ μόνοι <οἱ> γνωστικοὶ τέλειοι.

αὕτη, φησίν, ἐστὶν ἡ καλὴ καὶ ἀγαθή, λέγει Μωϋσῆυς· »εἰσάξω ὑμᾶς εἰς γῆν καλὴ καλὴν καὶ ἀγαθήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι«. τοῦτο, φησίν, ἐστὶ τὸ μέλι καὶ τὸ γάλα, οὖ γευσαμένους τοὺς τελείους ἀβασιλεύτους γενέσθαι καὶ μετασχεῖν τοῦ πληρώματος. τοῦτο, φησίν, ἐστὶ τὸ πλήρωμα, δι᾿ οὑ πάντα #x003E; γινόμενα γεννητὰ ἀπὸ τοῦ ἀγεννήτου γέγονέ τε καὶ πεπλήρωται.

Ὀ δὲ αὐτὸς οὗτος ὑπὸ τῶν Φρυγῶν καὶ ἄκαρπος καλεῖται. ἔστι γὰρ ἄκαρπος, ὅταν ᾖ σαρκικὸς καὶ τὴν »ἐπιθυμίαν τῆς σαρκὸς« ἐργάζηται. τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· »πᾶν δένδρον μὴ ποιοῦν [*](4 Joh. 6, 44, vgl. Resch, TU X 4 S. 106 — 7 Matfch. 7, 21 — 11 Matth. 21, 31 — 14 I Kor. 10, 11 — 17 Mark. 4, 3 —9; Matth. 13, 3 —9; Luk. 8, 5 8 — 25 Deut. 31, 20 — 26 über Milch und Honig s. Usener, Kl. Schriften IV 398ff, wo S. 406 unsere Stelle ähnt wird — 30 s. das Gedicht C. 9, 8 — 31 Gal. 5, 16 — 32 Matth. 3, 10; Luk. 3, 9, vgl. VI 16, 6) [*](13 ὅλων] ὠνίων Cruice 24 + οἱ ö. 29 + τὰ Cruice γεννητα Gö.: γένη τὰ P, γενητὰ Miller 30 ἀπὸ P, verb. Gö.)

95
καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται«. καρποὶ γὰρ οὑτοι, φησίν, εἰσὶ μόνον οἱ λογικοί, <οἱ> ζῶντες ἄνθρωποι, οἱ διὰ τῆς πύλης εἰσερχόμενοι τῆς τρίτης.

λέγουσι γοῦν· »εἰ νεκρὰ ἐφάγετε καὶ ζῶντα ἐποιήσατε, τί, ὄν ζῶντα φάγητε, ποιήσετε;« ζῶντα δὲ λέγουσι καὶ λόγους καὶ νόας καὶ ἀνθρώπους, τοὺς μαργαρίτας ἐκείνου τοῦ ἀχαρακτηρίστου ἐρριμμένους εἰς τὸ πλάσμα καρπούς.

τοῦτ’ ἔστιν ὃ λέγει, φησί· »μὴ βάλητε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ τοὺς μαργαρίτας τοῖς χοίροις«, χοίρων καὶ κυνῶν ἔργον λέγοντες εἶναι τὴν γυναικὸς πρὸς ἄνδρα ὁμιλίαν.

τὸν αὐτὸν δὲ τοῦτον, φησίν, οἱ Φρύγες καλοῦσιν αἰπόλον, οὐχ ὅτι, φησίν, ἔβοσκεν αἶγας καὶ τράγους, ὡς οἱ ψυχικοὶ ὀνομάζουσιν, ἀλλ’ ὅτι, φησίν, ἐστὶν ἀειπόλος, τουτέστιν ὁ ἀεὶ πολῶν καὶ στρέφων καὶ περιελαύνων τὸν κόσμον ὅλον στροφῇ.

πολεῖν γάρ ἐστι τὸ στρέφειν καὶ μεταβάλλειν τὰ πράγματα· ἔνθεν, φησί, καὶ τὰ δυο κέντρα του ουρανου απαντες προσαγορευουσι πόλους. καὶ ὁ ποιητὴς δέ φησι·

  • πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,
  • ἀθάνατος Πρωτεὺς Αἰγύπτιος.
  • οὐ πιπράσκεται, φησίν, ἀλλὰ στρέφεται αὐτοῦ οἱονεὶ καὶ περιέρχεται λέγει. καὶ πόλεις, έν αἷς οἰκοῦμεν, ὅτι στρεφόμεθα καὶ πολοῦμεν έν αὐταῖς, καὶ καλοῦνται πόλεις.

    οὕτως, φησίν, οἱ Φρύγες αἰπόλον τοῦτον καλοῦσι τὸν πάντοτε <πάντα> πανταχῇ στρέφοντα καὶ πρὸς τὰ οἰκεῖα. καλοῦσι δὲ αὐτόν, φησί, καὶ πολύκαρπον οἱ Φρύγες, ὅτι »πλείονα«, φησί, »τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα«, τουτέστι τὰ ἀναγεννώμενα ἀθάνατα καὶ ἀεὶ διαμένοντα ἐστὶ πολλά, κἂν ὀλίγα ᾖ τὰ γεννώμενα· τὰ δὲ σαρκικά, φησίν, φθαρτὰ πάντα, κἂν ᾖ πολλὰ πάνυ <τὰ> γεννώμενα.

    διὰ τοῦτο, φησίν, »ἔκλαιε Ῥαχὴλ τὰ τέκνα καὶ οὐκ ἤθελε« φησί, »παρα- [*](7 Matth. 7, 6 — 10. 22 s. das Gedicht C. 9, 8 — —15 vgl. S. 69, 7 — 11. 20f vgl. Plato, Kratylos 408 CD — 16 Homer δ 384 — —20 vgl. ß, Aratea S. 128ff — 23 Jes. 54, 1 (Gal. 4, 27) — 27 Jerem. 31, 15 (Matth. 2, 18)) [*](2 μόνοι Cruice, vgl. S. 94, 23 + οἱ ö., οἱ λογικῶς ζ. Miller 3 εἰ] οἳ Cruice 4 ποιήσετε ö.: ποιήσητε Ρ 6 ἐριμμένους Ρ καρποὺς Ρ (nicht κάρπου): κάτω Miller 11 ἀλλὰ τί Ρ 11f ἀειπόλος Reitz.: αἰπόλος P ὁ > Reitz. 12 πολῶν corr. in πωλῶν Ρ 13 Με Ρ 15 δέ, φησί, <λέγων> Reitz., richtig 18 οἱονεὶ <δινεπῖται> Reitz. rote Raadnote διὰ τί λέγεται αἰπόλος 19 λέγει. καὶ] ἀμέλει καὶ Miller, ἔτι καὶ ö. <αἱ> πόλεις Keil Roeper, περιπολοῦμεν ö. 20 καὶ und πόλεις > Reitz., καὶ > <καὶ> οἱ Reitz. 21 + πάντα ö. 26 + τὰ Reitz. 27 ἔκλαιε rot Rande, ἔλαβε Text Ρ)

    96
    καλεῖσθαι κλαίουσα ἐπ’ αὐτοῖς· ᾔδει γάρ, φησίν, ὄτι οὔκ εἰσι«. θρηνεῖ δὲ καὶ Ἱερεμίας τὴν κάτω Ἵερουσαλήμ, οὐ τὴν ἐν Φοινίκῃ πόλιν, ἀλλὰ τὴν κάτω γένεσιν τὴν φθαρτήν· ἔγω γάρ, φησί, καὶ Ἱερεμίας τὸν τέλειον ἄνθρωπον, τὸν ἀναγεννώμενον »ἐξὕδατος καὶ πνεύματος«, οὐ σαρκικόν.

    αὐτὸς γοῦν ὁ Ἰερεμίας ἔλεγε· »ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν;« οὕτως, φησίν. ἐστὶ πάνυ βαθεῖα καὶ δυσκατάληπτος ἡ τοῦ τελείου ἀνθρώπου γνῶσις. ἀρχὴ γάρ«, φησί, τελειώσεως γνῶσις ἀνθρώπου, θεοῦ δὲ γνῶσις ἀπηρτισμένη τελείωσις‘.

    Δέγουσι δὲ αὐτόν, φησί, Φρύγες καὶ χλοερὸν στάχυν τεθερισμένον, καὶ μετὰ τοὺς Φρύγας Ἀθηναῖοι μυοῦντες Ἐλευσίνια καὶ ἐπιδεικνύντες τοῖς ἐποπτεύουσι τὸ μέγα καὶ θαυμαστὸν καὶ τελειότατον ἐποπτικὸν ἐκεῖ μυστήριον ἐν σιωπῇ, τεθερισμένον στάχυν.

    ὁ δὲ στάχυς οὗτός ἐστι καὶ παρὰ Ἀθηναίοις ὁ παρὰ τοῦ ἀχαρακτηρίστου φωστὴρ τέλειος μέγας, καθάπερ αὐτὸς ὁ ἱεροφάντης, οὐκ ἀποκεκομμένος μέν, ὡς ὁ Ἄττις, εὐνουχισμένος δὲ διὰ κωνείου καὶ πᾶσαν ἀπηρτημένος τὴν σαρκικὴν γένεσιν, νυκτὸς ἐν Ἐλευσῖνι ὑπὸ πολλῷ πυρὶ τελῶν τὰ μεγάλα καὶ ἄρρητα μυστήρια βοᾷ καὶ κέκραγε λέγων· ἱερὸν ἔτεκε πότνια κοῦρον Βριμὼ Βριμόν«, τουτέστιν ἰσχυρὰ ἰσχυρόν.

    πότνια δέ ἐστι, φησίν, ἡ γένεσις ἡ πνευματική, ἡ ἐπουράνιος, ἡ ἄνω· ἰσχυρὸς δέ ἐστιν ὁ οὕτω γεννώμενος. ἔστι γὰρ τὸ λεγόμενον μυστήριον Ἐλευσὶν καὶ ἀνακτόρειον Ἐλευσίν, ὅτι ἤλθομεν, φησίν, οἱ πνευματικοὶ ἄνωθεν ἀπὸ τοῦ Ἀδάμαντος ῥυέντες κάτω — ἐλεύσεσθαι γάρ, φησίν, ἐστὶν ἐλθεῖν —, τὸ δὲ ἀνακτόρειον <διὰ> τὸ ἄνω.

    τοῦτο, φησίν, ἐστίν, ὃ λέγουσιν οἱ κατωργιασμένοι τῶν Ἐλευσινίων τὰ #x003E; μυστήρια· θέσμιον δέ ἐστι τὰ μικρὰ μεμυημένους [*](2f Hinweis auf Klagel. — 4 Joh. 3. 5 — 5 Jerem. 17, 9 — 7f s. C. 6, 6 — 9 s. das Gedicht C. 9, 8 — 9f über die analoge Deutung des Adonis s. Baudissin, Adonis und Esmun S. 161ff — 18 s. Dieterich, Mithrasliturgie S. 213 mit ägen der 2. Auflage — 20 —24 vgl. die Etymologie bei Cornutus 28 S. 54, 9 —11 L.) [*](5 ἔλεγ (so) Ρ 11f τελειότατον cotv. in τελεώτατον 12 <τὸν> ἐν 13 παρὰ τοῦ ἀχαρακτηρίστου nach Reitz. wohl Zusatz zur Urschrift 14 vor φωστὴρ ücke Cruice 14 οὐκ — 16 γένεσιν nach Keitz. wohl Zusatz zur Urschrift 10 ἄττις Ρ 16 ἀπηρτημένος Keil: ἀπηρτισμένος Ρ, παρῃτημένος ö., ἀπηργμένος Piasberg σαρκίνην, Ρ, verb. ö. 18 Βριμόν ö.: Βριμή Ρ, Βριμῆ Miller 20 λεγόμενον τὸ ö. 21 <καὶ> Ἐλευσίν Reitz. 20 ἔχει γὰρ und 21 τὸ Keil 23 ἐλθεῖν —, ἀνακτόρειον δὲ We + διὰ Reitz., <διὰ τὸ τουτέστι> τὸ Keil 25 + μεγάλα Reitz. θέσμιον Miller: θέμιον θεμιτὸν Bernays)

    97
    αὖθις τὰ μεγάλα μυεῖσθαι. μόροι γὰρ μείζονες μείζονας μοίρας λαγχάνουσι.« μικρά, φησίν,

    ἐστὶ τὰ μυστήρια τὰ τῆς Περσεφόνης κάτω, περὶ ὧν μυστηρίων καὶ τῆς ὁδοῦ τῆς ἀγούσης ἐκεῖ, οὔσης πλατείας καὶ εὐρυχώρου« καὶ φερούσης τοὺς ἀπολλυμένους ἐπὶ τὴν Περσεφόνην, * * * καὶ ὁ ποιητὴς δέ φησιν·

  • αὐτὰρ ὑπ᾿ αὐτήν ἐστιν ἀταρπιτὸς ὀκρυόεσσα,
  • κοίλη, πηλώδης· ἡ δ’ ἡγήσασθαι ἀρίστη
  • ἄλσος ἐς ἱμερόεν πολυτιμήτου Ἀφροδίτης.
  • ταῦτ’ ἐστί, φησί, τὰ μικρὰ μυστήρια τὰ τῆς σαρκικῆς γενέσεως,

    α μυηθέντες οἱ ἄνθρωποι μικρὰ παύσασθαι ὀφείλουσι, <πρὶν> καὶ τὰ μεγάλα τὰ ἐπουράνια. οἱ γὰρ τοὺς ἐκεῖ, φησί, λαχόντες μόρους μείζονας μοίρας λαβάνουσιν«. αὕτη γάρ, φησίν, ἐστὶν »ἡ πύλη τοῦ οὐρανοῦ« καὶ οὑτος <ὁ> »οἷκος θεοῦ«, ὅπου ὁ ἀγαθὸς κατοικεῖ μόνος, εἰς ὃν οὐκ εἰσελεύσεται, φησίν, ἀκάθαρτος οὐδείς, οὐ ψυχικός, οὐ σαρκικός, ἀλλὰ τηρεῖται πνευματικοῖς μόνοις, ὅπου δεῖ γενομένους βαλεῖν τὰ ἐνδύματα καὶ πάντας γενέσθαι νυμφίους ἀπηρσενωμένους διὰ τοῦ παρθενικοῦ πνεύματος.

    αὕτη γάρ έστιν ἡ παρθένος ἡ ἐν γαστρὶ ἔχουσα καὶ συλλαμβάνουσα καὶ τίκτουσα υἱόν, οὐ ψυχικόν, οὐ σωματικόν, ἀλλὰ μακάριον αἰῶνα αἰώνων. περὶ τούτων, φησί, διαρρήδην εἴρηκεν ὁ σωτὴρ ὅτι »στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς αὐτήν, πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι᾿ αὐτῆς‘.