Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Πρόδοτος μὲν οὖν τὸν ῾ Ηρακλέα φησὶν ἀπὸ τῆς Ἐρυθείας τοῦ Γηρυόνου τὰς βοῦς ἄγοντα εὶς τὴν Σκυθίαν ἐλθεῖν, κεκμηκότα δὲ ἀπὸ τῆς πορείας εἰς ἔρημόν τι χωρίον κατακαέντα κοιμηθῆναι ὀλίγον ὑπνώσαντος δὲ αὐτοῦ ἀφανῆ γενέσθαι τὸν ἵππον, ἐφ’ οὗ καθεξόμενος διὠδευσε τὴν μακρὰν ὀδόν· περιεγερθεὶς δὲ ζήτησιν ἐποιεῖτο ἐπὶ τῆς ἐρημίας πολλήν, εὑρεῖν πειρώμενος τὸν ἴππον.

καὶ τοῦ μὲν ἵππου διαμαρτάνει, κόρην δὲ τινα μιξοπάρθενον ευιρὼν ἐπὶ τῆς ἐρημίας ἐπηρώτα, εὶ εἴη που τεθεαμένη τὸν τὸν ἡ δὲ κόρη φησὶν εἰδέναι μέν, μὴ δείξειν δὲ πρότερον αὐτῷ, εὶ μὴ πρὸς μῖξιν φιλίας συνέλη αὐτῇ ό ῾ Ηρακλῆς.

ἠν δὲ φησὶν ὁ Πρόδοτος, τὰ ἄνω αὐτῆς μέχρι βουβῶνος παρθένου, πάν πᾶν τὸ κάτω κάτω μετὰ βουβῶνα φρικτόν τι θέαμα ἐχίδνης. σπουδῇ δὲ τῆς περὶ τὸν ἵππον εὑρέσεως ὁ Ἡραχλῆς πείθεται τῶ θηρίῳ· ἔγνω γὰρ αὐτὴν καὶ ἐποίησεν ἐγκύμονα, καὶ προεῖπεν αὐτῇ μετὰ τὴν γνῶσιν, ὅτι ἐχει κατὰ γαστρὸς ἐἔ αὐτοῦ τρεῖς ὁμοῦ παῖδας, οἵτινες ἔσονται ἐπιφανεῖς.

ἐκέλευσε δὲ αύτοῖς γεννωμένοις ὀνόματα θεῖναι τὴν τεκοῦσαν Ἀγάθυρσον, Γελωνὸν καὶ Σκύθην. λαβὼν δὲ τούτου μισθὸν τὸν ἴππον παρὰ τῆς θηριώδους κόρης, ἀπηλλάττετο φέρων καὶ τὰς βοῦς. μακρὸς δὲ ὁ μετὰ ταῦτα μῦθος Ἡροδότῶ, χαιρέτω δὲ τὸ νῦν. τίνα δὲ τὰ Ἰουστίνῳ δοκοῦντα, μετάγοντι τὸν μῦθον εὶς τὴν τῶν τῶν γέννησιν, ἠμεῖς διηγησόμεθα.