Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀλλ᾿ ἐπὶ καὶ τὴν Περατικὴν αἵρεσιν νομίζω φανερῶς ἐκτεθεῖσθαι καὶ διὰ πολλῶν ἔκδηλον πεποιηκέναι ἀεὶ Μοῦσαν καὶ παντάπασι συντιθεμένην ἀποκρύπτουσάν τε τὸν ἴδιον ἰόν, δοκεῖ μηδὲν περαιτέρω τούτων κατηγορεῖν, ἱκανῶν ὄντων πρὸς κατηγορίαν αὐτῶν τῶν ὑπ’ αὐτῶν δογματιζομένων.

Ἴδωμεν οὖν τί λέγουσιν οἱ Σηθιανοί. τούτοις δοκεῖ τῶν ὅλων εἶναι τρεῖς ἀρχὰς περιωρισμένας, ἑκάστην δὲ τῶν ἀρχῶν ἀπείρους ἔχειν δυνάμεις. δυνάμεις δ᾿ αὐτῶν λεγόντων λογιζέσθω ὁ ἀκούων τοῦτο αὐτοὺς λέγειν· πᾶν ὅ τι νοήσει ἐπινοεῖς ἢ καὶ παραλείπεις μὴ νοηθέν, τοῦτο ἑκάστη τῶν ἀρχῶν πέφυκε γενέσθαι, ὡς ἐν ἀνθρωπί<νῃ> ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη·

οἷον εἰ, γενήσεται τοῦτο τὸ παιδίον αὐλητὴς ἐγχρονίσαν αὐηλητῇ, ἢ γεωμέτρης γεωμέτρῃ, γραμματικῷ γραμματικός, τέκτων τέκτονι, καὶ ταῖς ἄλλαις ἁπάσαις τέχναις ἐγγὺς γινόμενον ὁμοίως συμβήσεται. αἱ δὲ τῶν ἀρχῶν, φησίν, οὐσίαι φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον·

τὸ δὲ πνεῦμα τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω. καὶ τοῦ φωτός. ὅπερ ἐστὶν ἄνω, οὐκ ἔστι πνεῦμα ὡς ἀνέμου ῥιπὴ ἢ λεπτή τις αὔρα νοηθῆναι δυναμένη, ἀλλ᾿ οἱονεὶ [*](1—9 vgl. IV 51, 11—13 — 17-S. 117, 17 vgl. Χ 11, S.114,16f — 20f vgl. VI 9, 7. VII 22,1. VIII 12, 5 — 21 —24 vgl. VI 12, 4. 16, 5 — 29ff vgl. VII 22, 14) [*](5 καμαρίου Η ö.: μακαρίου Ρ 7 ἀλλάλλως Ρ 8 γενομένων Ρ, verb. ö. 10 ἀλλάλλως Ρ 11 πολλοῖς Miller: πολλῶν Ρ, ὅμως ö. 13 αἐὶ λαθουσαν Ρ: διαλαθοῦσαν ö., ἕως ἄρτι λαθοῦσαν Miller 14 πάντα πᾶσι ö. 17 σιθιανοί Ρ 19 δύναται δὲ αὐτῶν λεγόντων λογίζεσθαι Bernays δ’ Miller: δι᾿ Ρ 21 ἑκάστη ö.: ἐκάστην Ρ, ἑκάστῃ Miller Bernays 22 οἱονεὶ Ρ 23 γενήσεται Miller: γένηται Ρ, γένοιτο Η Bernays, doch s. Ζ. 25 συμβήσεται 25 ινομένου We., γινομένῳ Cruice 29 ἀνέμου ῥιπὴ ö.: ἄνεμος ἢ ῥιπὴ Ρ Η)

117
μύρου τις ὀσμὴ ἢ θυμιάματος ἐκ συνθέσεως κατεσκευασμένου λεπτὴ διοδεύουσα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι ἢ λόγῳ ἔστιν ἐξειπεῖν εὐωδίᾳ.

ἐπειδὴ <δὲ> ἄνω ἐστὶ τὸ φῶς καὶ κάτω <τὸ> σκότος, καὶ τούτων, ὡς ἔφην, τοιουτότροπον ὂν μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς πέφυκε καθάπερ ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπειν εἰς τὸ ὑποκείμενον σκότος, ἀνάπαλιν δὲ ἡ τοῦ πνεύματος εὐωδία μέσην ἔχουσα τάξιν ἐκτείνεται καὶ φέρεται πανταχῇ, ὡς ἐπὶ τῶν ἐν πυρὶ θυμιαμάτων τὴν εὐωδίαν πανταχῇ φερομένην ἐπεγνώκαμεν·

τοιαύτης δὲ οὔσης τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἡ δύναμίς ἐστιν ἐν τῷ σκότει τῷ κάτωθεν αὐτῶν τεταγμένῳ. τὸ δὲ σκότος ὕδωρ ἐστὶ φοβερόν, εἰς ὃ κατέσπασται καὶ μετενήνεκται εἰς τὴν τοιαύτην φύσιν ματὰ τοῦ πνεύματος τὸ φῶς.

τὸ δὲ σκότος ἀσύνετον οὐκ ἔστιν, ἀλλὰ φρόνιμον παντελῶς, καὶ οἶδεν ὅτι, ἂν ἀπαρθῇ τὸ φῶς ἀπὸ τοῦ σκότους, μένει τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές. διὸ πάσῃ φρονήσει καὶ συνέσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόα καὶ <τὸν> σπινθῆρα φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας.

καὶ τούτων ἔστιν ἰδεῖν τῆς φύσεως εἰκόνα κατὰ πρόσωπον ἀνθρώπου, κόρην ὀφθαλμοῦ, σκοτεινὴν ἐκ τῶν ὑποκειμένων ὑδάτων, πεφωτισμένην πνεύματι. ὡς οὖν ἀντιποιεῖται τὸ σκότος τῆς λαμπηδόνος, ἵνα ἔχῃ τὸν σπινθῆρα δουλεύοντα καὶ βλέπῃ, οὕτως ἀντιποιεῖται τὸ φῶς καὶ τὸ πνεῦμα τῆς δυνάμεως τῆς ἑαυτῶν· καὶ σπεύδουσιν ἆραι καὶ ἀνακομίσασθαι πρὸς ἑαυτὰ τὰς μεμιγμένας αὐτῶν δυνάμεις εἰς τὸ ὑποκείμενον ὕδωρ σκοτεινὸν καὶ φοβερόν.

πᾶσαι δὲ αἱ δυνάμεις τῶν τριῶν ἀρχῶν, οὖσαι κατ᾿ ἀριθμὸν ἀπειράκις ἄπειροι, εἰσὶ ἑκάστη κατὰ τὴν οὐσίαν τὴν ἑαυτῆς φρόνιμοι <καὶ> νοεραί. ἀναρίθμητοι <δὲ> [*](8ff vgl. Bousset, Hauptprobleme der Gnosis S. 103ff. 113f — 17-S. 119, vgl. X 11, 5 —7 — 17 σπινθήρ] Bousset, Kyrios Christos S. 237f) [*](3 εὐωδία Ρ: εὐωδίας φορᾷ Η ö. ἐπειδὴ δὲ ö. ἐπεὶ τοίνυν Η): ἐπειδὴ Ρ, ἐπεὶ δὴ Miller + τὸ Η Miller 4 τοιουτότροπον ὂν Cruice: τοιοῦτον τρόπον ὃν Ρ ὂν Miller, ὃν > < ö.) δὲ > Miller, aber erst Ζ. 8 beginnt Vordersatz wiederaufnehmenden δὲ der Nachsatz 5 ἀκτὶς ἀκτὶς Η Bernays: δή τις ἡλίου Ρ 6 μέσην ἔχουσα Η Miller: διαμέση ἔχουσαν Ρ 9 διῃρημένων Η Bernays: εἰρημένων Ρ 10 τῷ2 Η: τοῦ Ρ 11 κατέσπαρται öller S. 235, vgl. S. 118, 23f. 120, 7, doch s. Η 13 οἶδεν Miller: οὐδὲν Ρ 14 μενεῖ Roeper 16 ἑαυτὸν Ρ τὸν Η Bernays: > Ρ 19 σκοτεινὴν < 21 δουλεύονται Ρ βλέπει Ρ 22 ἑαυτὰς Ρ, verb. Bernays 26 τὴν] τῆς Ρ + καὶ ö. + δὲ ö. ἀναριθ Spatium von 2 Lettern μητοι Ρ)

118
θος φρόνιμοί τε οὖσαι καὶ νοεραί, ἐπειδὰν μένωσι κατ’ αὐτάς, ἡσυχάζουσι πᾶσαι·

ἐὰν δὲ πλησιάσῃ δύναμις δυνάμει, ἡ ἀνομοιότης τῆς παραθέσεως ἐργάζεται κίνησίν τινα καὶ ἐνέργειαν ἀπὸ τῆς κινήσεως μεμορφωμένην κατὰ τὴν συνδρομὴν τῆς παραθέσεως] τῶν συνελθουσῶν δυνάμεων.

γίνεται γὰρ τῶν δυνάμεων ἡ συνδρομὴ οἱονεί τις τύπος σφραγῖδος κατὰ συνδρομὴν ἀπὸ πληγῆς παραπλησίως πρὸς τὸν ἐκτυποῦντα τὰς ἀναφερομένας οὐσίας. ἐπεὶ οὖν ἄπειροι μὲν κατ ἀριθμὸν τῶν τριῶν ἀρχῶν αἱ δυνάμεις, ἐκ δὲ τῶν ἀπείρων δυνάμεων ἄπειροι δυνδρομαί, ἀναγκαίως γεγόνασιν ἀπείρων σφραγίδων εἰκόνες.

αὗται οὖν εἰσιν αἱ εἰκόνες αἱ τῶν διαφόρων ζῴων ἰδέαι. γέγονεν οὖν ἐκ πρώτης τῶν τριῶν ἀρχῶν συνδρομῆς μεγάλης μεγάλη τις ἰδέα σφραγῖδος, οὐρανοῦ καὶ γῆς. σχῆμα δὲ ἔχουσιν ὁ οὐρανὸς καὶ ἡ γῆ μήτρᾳ παραπλήσιον τὸν ὀμφαλὸν ἐχούσῃ μέσον, καὶ εἰ, φησίν, ὑπὸ ὄφιν ἀγαγεῖν θέλει τις τὸ σχῆμα τοῦτο, ἔγκυον μήτραν ὁποίου βούλεται ζῴου τεχνικῶς ἐρευνησάτω, καὶ εὑρήσει τὸ ἐκτύπωμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν ἐν μέσῳ πάντων ἀπαραλλάκτως ὑποκείμενον.

γέγονε δὲ οὐρανοῦ καὶ γῆς τὸ σχῆμα τοιοῦτον οἱονεὶ μήτρᾳ παραπλήσιον κατὰ τὴν πρώτην συνδρομήν· ἐν <δ’> αὖ τῷ μἐσῳ οὐρανοῦ καὶ τῆς γῆς γεγόνασιν ἄπειροι δυνάμεων συνδρομαί. καὶ ἑκάστη συνδρομὴ οὐκ ἄλλο τι εἰργάσατο καὶ ἐξετύπωσεν ἢ σφραγῖδα οὐρανοῦ καὶ γῆς παραπλήσιον μήτρᾳ· ἐν αὐτῇ δὲ ἀνέφυσαν ἐκ τῶν ἀπείρων σφραγίδων διαφόρων ζῴων ἄπειρα πλήθη.