Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Αὕτη ἡ παμποίκιλος σοφία <τῆς> Περατικῆς αἱρέσεως, ἐξειπεῖν πᾶσαν δυσχερές, οὕτως οὖσαν σκολιὰν διὰ τὸ ἐκ τῆς ἀστρολογικῆς δοκεῖν συνεστάναι. καθὸ οὐν δυνατὸν ἠν, δι᾿ ὀλίγων πᾶσαν αὐτῆς τὴν δύναμιν ἐκτεθείμεθα. ἵνα δὲ καὶ) δι’ ἐπιτομῆς τὴν πᾶσαν αὐτῶν γνώμην ἐκθώμεθα, δοκεῖ προσθεῖναι ταῦτα. ἔστι κατ᾿ αὐτοὺς τὸ πᾶν πατήρ, υἱός, ὕλη· τούτων τῶν τριῶν ἕκαστον ἀπείρους ἔχει δυνάμεις έν ἑαυτῷ.

καθέζεται οὐν μέσος τῆς ὕλης καὶ τοῦ πατρὸς ὁ υἱός, ὁ λόγος, ὁ ὄφις ἀεὶ κινούμενος πρὸς ἀκίνητον τὸν πατέρα καὶ κινουμένην τὴν ὕλην, καὶ ποτὲ μὲν στρέφεται πρὸς τὸν πατέρα καὶ ἀναλαμβάνει τὰς δυνάμεις εἰς τὸ πρόσωπον ἑαυτοῦ, ἀναλαβὼν δὲ τὰς δυνάμεις στρέφεται πρὸς τὴν ὕλην, καὶ ἡ ὕλη ἄποιος οὖσα καὶ ἀσχημάτιστος ἐκτυποῦται τὰς ἰδέας ἀπὸ τοῦ υἱοῦ, ἃς ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς ἐτυπώσατο.

ἐκτυποῦται δὲ ὁ μὲν υἱὸς ἀπὸ τοῦ πατρὸς ἀρρήτως καὶ ἀλάλως καὶ ἀμεταστάτως, οὕτως ὥς φησι Μωϋσῆς ἀπὸ τῶν ῥάβδων τῶν ἀπὸ τῶν ποτιστηρίων ῥερευκέναι τὰ χρώματα τῶν ἐγκεκισσηυμένων.

ὁμοίως δ’ αὐ καὶ ἀπὸ τοῦ υἱοῦ ἐπὶ τὴν ὕλην ῥερευκέναι τὰς δυνάμεις κατὰ τὸ ἐγκίσσημα τῆς δυνάμεως τῆς ἀπὸ τῶν ῥάβδων ἐπὶ τὰ ἐγκεκισσημένα· ἡ δὲ διαφορὰ τῶν χρωμάτων καὶ ἡ ἀνομοιότης ῥεύσασα ἀπὸ τῶν ῥάβδων διὰ τῶν ὑδάτων ἐπὶ τὰ πρόβατα διαφορά, φησί, γενέσεώς ἐστι φθαρτῆς καὶ ἀφθάρτου·

μᾶλλον δὲ ὤσπερ ζωγραφῶν ἀπὸ τῶν ζῴων μηδὲν ἀφαιρούμενος τῇ γραφίδι πάσας ἐπὶ τὸν πίνακα μεταφέρει τάς ἰδέας ἐγγράφων, οὕτω ὁ υἱὸς τῇ δυνάμει τῇ ἑαυτοῦ ἀπὸ τοῦ πατρὸς ἐπὶ τὴν ὕλην τοὺς πατρικοὺς μεταφέρει χαρακτῆρας. ἔστιν οὖν πάντα τὰ πατρικὰ ἐνθάδε καὶ [*](3 Arat V. 46 ο. IV 47, 1) — 7 Arat 70 ο. IV 47, 5) — 24ff Gen. 30, 37 ff) [*](11 + τῆς Miller 14 nach δὲ Raum von 4 Lettern, + καὶ We. 25 τῶν ἐπὶ τῶν We. 31 ζωγράφος We.)

115
οὐδέν.

εἰ γάρ τις, φησίν, ἐξισχύσει τῶν ἐνθάδε καὶ ἐννοηθῆναι ὅτι ἐστὶ πατρικὸς χαρακτὴρ ἄνωθεν μετενηνεγμένος μένος ἐνθάδε σωματοποιηθείς, ὥσπερ ἐγκίσσμά τι τὸ ἀπὸ τῆς ῥάβδος λευκὸν γέγονεν, ὁμοούσιον τῷ πατρὶ τῷ ἐν τοῖς οὐρανοῖς ὅλως, καὶ ἐκεῖ ἀνέρχεται· ἐὰν δὲ μὴ τύχῃ τῆς διδασκαλίας ταύτης μηδὲ τὴν ἀνάγκην τῆς γενέσεως ἐπιγνῷ, ὥσπερ ἔκτρωμα ὑπὸ νύκτα γεννώμενον ὑπὸ νύκτα ἀπολεῖται.

ὅταν οὖν, φησί, λέγῃ ὁ σωτήρ· »ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς«, ἐκεῖνον λέγει, ἀφ᾿ ο'Υ ὁ υἱὸς μεταλαβὼν τοὺς χαρακτῆρας μετενήνοχεν ἐνθάδε· ὅταν δὲ λέγῃ· »ὁ ὑμέτερος πατὴρ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνς ἐστί«, τὸν ἄρχοντα καὶ δημιουργὸν τῆς ὕλης λέγει, ὃς ἀναλαβὼν τοὺς διαδοθέντας ἀπὸ τοῦ υἱοῦ χαρακτῆρας ἐγέννησεν ἐνθάδε, ὅς ἐστιν ἀπ᾿ ἀρχῆς ἀνθρωποκτόνος· τὸ γὰρ ἔργον αὐτοῦ φθορὰν καὶ θάνατον ἐργάζεται.

οὐδεὶς οὖν, φησί, δύναται σωθῆναι δίχα τοῦ υἱοῦ οὐδὲ ἀνελθεῖν· ὅς ἐστιν ὁ ὄφις. ὡς γὰρ κατήνεγκεν ἄνωθεν τοὺς πατρικοὺς χαρακτῆρας, οὕτως πάλιν ἐντεῦθεν ἀναφέρει τοὺς ἐξυπνισμένους καὶ γεγονότας πατρικοὺς χαρακτῆρας, ὑποστατοὺς ἐκ τοῦ ἀνυποστάτου ἐντεῦθεν ἐκεῖ μεταφέρων.

τοῦτ᾿ ἐστί, φησί, τὸ εἰρημένον· »ἐγώ εἰμι ἡ θύρα«. μεταφέρει δέ, φησίν, † καμμοῦσιν ὀφθαλμοῦ βλεφάρου, ὥσπερ ὁ νάφθας τὸ πῦρ πανταχόθεν εἰς ἑαυτὸν ἐπισπώμενος, μᾶλλον δὲ ὥσπερ ἡ Ἡρακλεία λίθος τὸν σίδηρον, ἄλλο <δὲ> οὐδέν, ἢ ὥσπερ ἡ τοῦ ἱέρακος κερκὶς κερκὶς τὸ χρυσίον,

ἕτερον δὲ οὐδέν· ἢ ωσπερ ἄγεται ὑπὸ τοῦ ἠλέκτρου τὸ ἄχυρον, οὕτω, φησίν, ὑπὸ τοῦ ἄγεται ἄγεται πάλιν ἀπὸ τοῦ κόσμου τὸ ἐξεικονισμένον τέλειον γένος ὁμοούσιον, ἄλλο δὲ οὐδέν, καθὼς ὑπ’ αὐτοῦ [*](3 λευκὸν] Gen. 30, 39 — 5f wohl Ausdeutung von Gen. 30, 42 ἄσημα — 6 Jona 4, 10 — 7 Matth. 7, 11. 5, 48 öfter — 9 Job. 8, 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ . . . . . ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς — 16 ἐξυπνισμένους] vgl. Clemens Esc. 3 S. 106, 8 St., vgl. ο. zu S. 86, 6. 87, 2 — 18 Job. 10, 7 — 18 —22 Tgl. zu V 9, 19 und VII 25, 6 Mitte — 18f Jes. 6, 10 τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν?) [*](1 οὐδὲν <ἔτι> Cruice τι Craice Ναὶ ἐννοηθῆναι] ὡς ἐννοηθῆναι κατανοηθῆναι ö. 2 ἐστὶ ö.: ἔσται Ρ 3 ἐγκίσσημά τι τὸ Miller: ἐν κίσσημα τί τὸ (so) Ρ, ἐγκισσήματι τῷ ö. (docb s. das Neutrum λευκόν) 4 ὅλως ö.: ὅλος Ρ καὶ ἐκεῖ ö.: κατοικεῖ Ρ 7 λέγει Ρ 11 ὅς Miller: ὡς Ρ 12 ὅ ἐστιν Miller 14 δίχα ö.: διὰ Ρ 16 ἐξυπνισμένους (so) Ρ ὑποστάτους Ρ 18 nacb φησίν ücke ö. (vielleicbt richtig) 18f καμμύουσιν ὀφθαλμοῦ βλέφαρον We., φησίν <ὡς φῶς ὄφεως τοῖς> καμμύουσιν ὀφθαλμοῦ μέχρις οὐρανοῦ> Cruice (vgl. VIII 10, 3) 19 ὁ ἀνάφθας Ρ 21 + Miller 23 ὑπὸ ö.: ἀπὸ Ρ 24 ἄλλοι Ρ)

116
κατεπέμφθη.

πρὸς ταύτην τὴν ἀπόδειξιν φέρουσι τὴν τοῦ ἐγκεφάλου ἀνατομήν, αὐτὸν μὲν τὸν ἐγκέφαλον ἀπεικονίζοντες τῷ πατρὶ διὰ τὸ ἀκίνητον, τὴν δὲ παρεγκεφαλίδα τῷ υἱῷ διά τε τὸ κινεῖσθαι καὶ δρακοντοειδῆ ὑπάρχειν·

ἣν ἀρρήτως καὶ ἀσημάντως ἐπισπᾶσθαι διὰ τοῦ κωναρίου φάσκουσι τὴν ἐκ τοῦ καμαρίου ἀπορρέουσαν πνευματικὴν καὶ ζωογόνον οὐσίαν, ἣν ὑποδεξαμένη ἡ παρεγκεφαλὶς ὥσπερ ὁ υἱός, ἀλάλως μεταδίδωσι τῇ ὕλῃ τὰς ἰδέας, τουτέστιν ἐπὶ τὸν νωτιαῖον μυελὸν διαρέει τὰ σπέρματα καὶ τὰ γένη τῶν γεννωμένων κατὰ σάρκα.

τούτῳ τῷ παραδείγματι χρώμενοι εὐφυῶς δοκοῦσι παρεισάγειν τὰ ἄρρητα αὐτῶν ἀλάλως παραδιδόμενα μυστήρια, ἃ ἐξειπεῖν ἡμῖν οὐ θέμις, πολλοῖς δὲ νοῆσαι διὰ τῶν εἰρημένων ευκολον.