Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Μάθωμεν οὐν πρῶτον, πῶς ταύτην τὴν διδαχὴν παρὰ τῶν ἀστρολόγων εἰληφότες ἐπηρεάζουσι Χριστόν, ἐργαζόμενοι φθορὰν τοῖς ἑπομένοις αὐτοῖς ἐν τῇ τοιαύτῃ πλάνῃ. οἱ γὰρ ἀστρολόγοι ἕνα τὸν κόσμον εἰρηκότες διαιροῦσιν αὐτὸν εἰς τά ἀπλανῆ τῶν ζῳδίων μέρη δώδεκα, καὶ καλοῦσι τὸν κόσμον τῶν ζῳδίων τῶν ἀπλανῶν ἴνα κόσμον ἀπλανῆ· ἕτερον δὲ εἶναι τὸν τῶν πλανωμένων καὶ δυνά- [*](2 ὕστερον ἐροῦμεν] § 6 — 3 τριδύναμον] vgl. C. Schmidts Regieter zu den Koptisch-gnostisclieii Schriften I 381 — 6f Kol. 2, 9 ὅτι ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς 1, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, vgl. Vm 13, 2 — 11 ἐροῦμεν] C. 17 — —18 Joh. 8, 17 οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον κτλ. — 20 Ι Kor. 11. 32) [*](1 + τῆς Η ö. πρώτης Η Bemays: πρὸ τῆς Ρ 3 τρισώματον Η ö.: τρίσωμον Ρ 8 γάρ] δὲ Η Bemays 9 ἀγενήτου Ρ 12 ἀγενησίας Ρ 15 ἀφίεται καὶ ö.: ἀφίει καὶ Ρ, ἀφιεῖ εἰκῆ καὶ Η, ὀφιοειδῆ Bernays, ἀφίεται δίκ[Η καὶ We. 21 τὸν κόσμον τὸν ἰδικὸν Bemars εἰδικοῦ Cruice)

106
μει καὶ θέσει καὶ ἀριθμῶ κόσμον λέγουσιν, ὅς ἐστι μέχρι σελήνης.

λαμβάνειν δὲ κόσμον ἀπὸ κόσμου δύναμίν τινα καὶ μετουσίαν, καὶ μετέχειν ἀπὸ τῶν ὑπερκειμένων τὰ ὑποκείμενα. ἵνα δὲ ἔσται τὸ λεγόμενον ἐμφανές, αὐταῖς ἐκείναις ταῖς τῶν ἀστρολόγων ἐκ μέρους χρήσομαι φωναῖς ὑπομνήσων τοὺς ἐντυγχάνοντας τὰ προειρημένα ἐν τῷ τόπῳ, οὗ ἐξεθέμεθα τὴν τῶν ἀστρολόγων πᾶσαν τέχνην.

ἃ μὲν οὖν ὡς] ἐκείνοις δοκεῖ, ἔστι τάδε· ἀπὸ τῆς τῶν ἄστρων ἀπορροίας τὰς γενέσεις τῶν ὑποκειμένων ἀποτελεῖσθαι. περιεργότερον γὰρ ἀνα- βλέφαντες εἰς τὸν οὐρανὸν οἱ Χαλδαῖοι ἔφασαν δραστικῶν μὲν αἰ τιῶν ἐπέχειν λόγον εἰς <τὸ> ἕκαστον τῶν καθ’ ἡμᾶς συμβαινόντων <ἐκβαίνειν τοὺς ἐπτὰ ἀστέρας> συνεργεῖν δὲ τὰ τῶν μέρη.

<τὸν μὲν οὖν ζῳδιακὸν κύκλον διαιροῦσιν εἰς μέρη> ἕκαστον δὲ ζῴδιον εἰς μοίρας τριάκοντα, ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά· οὕτω γὰρ καλοῦσι τὰ ἐλάχιστα καὶ τὰ ἀμερῆ.

τῶν δὲ ζῳδίων τὰ μὲν ἀρρενικὰ καλοῦσι, τὰ τὰ θηλυκά· καὶ τὰ μὲν δίσωμα, τὰ δὲ οὔ· καὶ τὰ μὲν τροπικά, τὰ δὲ στερεά. ἀρρενικὰ μὲν οὖν ἐστιν ἢ θηλυκά, ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογονίαν <ἢ Κριὸς γὰρ ἀρρενικόν ἐστι ζῴδιον, Ταῦρος δὲ θηλυκόν,

καὶ τὰ λοιπὰ κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἃ μὲν ἀρρενικά, ἃ δὲ θηλυκά. ἀφ ὧν, οἴομια, <καὶ οἱ> Πυθαγορικοὶ κινηθέντες τὴν μὲν μονάδα προσαγορεύουσι, τὴν δὲ δυάδα θῆλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν· καὶ ἀναλόγως τοὺς λοιποὺς τῶν τε ἀρτίων τε] καὶ περισσῶν ἀριθμῶν.