Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον, ὅπερ ἐστὶν ἀγαθόν· τὸ Τε δεύτερον ἀγαθὸν αὐτογενές· τὸ τρίτον γεννητόν· ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖς λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. ἑκάστῳ γὰρ μέρει τοῦ κόσμου, τῆς διαιρέσεως διακεκριμένης, διδόασι καὶ θεοὺς καὶ λόγους καὶ νοῖ·ς καὶ ἀνθρώπους καὶ τὰ λοιπά.