Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἔστι δὲ τῆς τριχῇ διαιρέσεως παρ’ αὐτοῖς τὸ μὲν ἓν μέρος οἷον μία τις ἀρχή. καθάπερ πηγὴ μεγάλη εἰς ἀπείρους τῷ λόγῳ τμηθῆναι τομὰς δυναμένη· ἡ δὲ πρώτη τομὴ καὶ προσεχεστέρα κατ αὐτούς ἐστι τριάς καὶ καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πατρικόν. τὸ Τε δεύτερον τῆς τριάδος αὐτῶν μέρος οἱονεὶ δυνάμεων ἄπειρόν τι πλῆθος ἐξ αὐτῶν γεγενημένων· τὸ τρίτον ἰδικόν.