Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τὰ μὲν ἀπ᾿ ἀλλήλων διαστήματα τῶν κύκλων καὶ τῶν σφαιρῶν βάθη τε ὑπὸ τοῦ Ἀρχιμήδους ἀποδίδοται. Τοῦ δὲ ζῳδικοῦ τὴν περίμετρον λαμβάνει σταδίων δευτέρων ἀριθμῶν δ καὶ μυρι δψλαὥστε’ συμβαίνειν τὴν ἐκ τοῦ κέντρου εὐθεῖαν ἄχρι τῆς ἐπιφανείας τῆς ἐσχάτης γῆς τὸ ἕκτον εἶναι τοῦ λεχθέντος ἀριθμοῦ, τὴν δὲ ἀπὸ τῆς ἐπιφανείας τῆς γῆς, ἐφ’ ἧς βεβήκαμεν. ἄχρι τοῦ ζῳδιακοῦ, ἄρτι ῤηθέντος ἕκτον τοῦ ἀριθμοῦ, λεῖπον τέτρασι μυριάσι σταδίων, ὃ ἐκ τοῦ κέντρου - τῆς γῆς μέχρι τῆς ἐπιφανείας αὐτῆς. ἀπὸ τοῦ Κρόνου δὲ κύκλου ἐπὶ τὴν γῆς φησι τὸ διάστημα σταδίων δευτέρων ἀριθμῶν εἶναι μονάδας δύο καὶ μυρι βσξθ καὶ μονάδας βψια. ἀπὸ τοῦ δὲ τοῦ Διὸς κύκλου ἐπὶ γῆς σταδίων β ἀριθμῶν μονα ݲ καὶ μυρι σοβ καὶ μονάδας ݲ δ ἀπὸ δὲ τοῦ Πυρόεντος κύκλου ἐπὶ γῆν δευτέρων ἀριθμῶν μονα μίαν καὶ μυρι ݲ καὶ μονα ݲ ἀφ’ ἡλίου ἐπὶ γῆν δευτέρων ἀριθμῶν μονα μίαν καὶ μυρι ݲ καὶ μονάδας δυνδ. ἀπὸ δὲ τοῦ Στίλβοντος ἐπὶ τὴν γῆν μυρι ݲ μονάδας ησνθ, ἀπὸ δὲ Ἀφροδίτης ἐπὶ γῆς μυρι ݲ μονα ερξ.