Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Περὶ σελήνης δὲ ἐλέχθη τὸ πρότερον. τὰ μὲν οὖν ἀποστήματα κοὶ βάθη τῶν σφαιρῶν οὕτως Ἀρχιμήδης ἀποδίδωσιν, ἑτέρως δὲ ὑπὲρ αὐτῶν Ἱππάρχῳ εἴρηται καὶ ἑτέρως Ἀπολλωνίῳ τῷ μαθηματικῷ. ἡμῖν δὲ ἐξαρκεῖ τῇ Πλατωνικῇ δόξῃ ἑπομένοις διπλάσια μὲν καὶ τριπλάσια οἴεσθαι τῶν πλανωμένων τὰ ἀπ’ ἀλλήλων διαστήματα· σῴζεται γὰρ οὕτως ὁ λόγος τοῦ καθ’ ἁρμονίαν συγκεῖσθαι τὸ πᾶν ἐν λόγοις συμφώνοις κατὰ ταῦτα τὰ ἀποστήματα.