Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

αὕτη ἐστὶν ἡ κατὰ Πυθαγόραν ἱερὰ τετρακτὺς ἀεννάου φύσεως ῥιζώματ’ ἔχουσα ἐν ἑαυτῇ, τουτέστι τοὺς ἄλλους πάντας ἀριθμούς· ὁ γὰρ ἕνδεκα καὶ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τῆς γενέσεως ἀπὸ τῶν δέκα λαμβάνουσι. ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος.

οἷς ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐ)ξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἀριθμὸν ἐπιτελοῦσαι· ὅταν γὰρ δύναμις αὐτὴ ἐφ᾿ ἑαυτὴν κυβισθήσεται, γέγονε δυναμοδύναμις· ὅταν δὲ δύναμις ἐπὶ κύβον, γέγονε δυναμόκυβος· ὅταν δὲ κύβος ἐπὶ κύβον, γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς π·άντας ἀριθμοὺς ἑπτά, ἵνα ἡ τῶν γινομένων μένων γένηται ἐξ ἑβδομάδος, ἥτις ἐστίν· ἀριθμός, μονάς, δύναμις, κύβος, δυναμοδύναμις, δυναμοκυβος,

κυβόκυβος ταύτην τὴν ἑβδομάδα Σίμων καὶ Οὐαλεντῖνος ὀνόμασιν ἐνδιαλλάξαντες ἐτερατολόγησαν, ὑπόθεσιν ἑαυτοῖς ἐντεῦθεν σχεδιάσαντες. ὁ μὲν γὰρ Σίμων οὕτως καλεῖ· νοῦς, ἐπίνοια, ὄνομα, φωνή, λογισμός, ἐνθύμησις, ὁ ἑστώς, στάς, [*](3 vgl. VI 14, 6. 17, 6 — 5 —30 = S. 5, 19 —6, 21 (mit Η im Apparat bezeichnet) — 19 vgl. zu S. 6, 10 — 32 vgl. VI 12, 2) [*](4 κατακολουθοῦν Ρ 7 ἔχον Cruice 10 ἡ δυάς zweimal Ρ 12 ἄρσις Ρ 15 γένους Η ö.: τοῦ γένους Ρ 19 ὀνόματος οἰκεῖον Ρ (doch s. Η) 20 ἀενάου Miller 21 ὁ γὰρ Η ö.: τὸ γὰρ Ρ 24 γένεσιν Η ö.: ἕνωσιν Ρ 25 αὕτη Ρ 26 κυβισθῇ Η 27 | κυβόκυβος H: δυναμόκυβος Ρ 28 f γινομένων H We.: γενομένων Ρ 31 <μόνον> διαλλάξαντες We., vgl. S. 74, 84)

76
στησόμενος, καὶ Οὐαλεντῖνος· νοῦς, ἀλήθεια, λόγος, ζωή, ανθρωπος, ἐκκλησία καὶ ὁ πατὴρ συναριθμούμενος, κατὰ ταὐτὰ τοῖς τὴν ἀριθμητικὴν ἠσκηκόσι φιλοσοφίαν, <ἣν> ὡς ἄγνωστον <τοῖς> <καὶ> κατακολουθήσαντες τὰς ὑπ’ αὐτῶν αἱρέσεις συνεστήσαντο.

τινὲς μὲν οὐν καὶ ἀπὸ ἰατρικῆς συνιστᾶν τὰς ἑβδομάδας πειρῶνται, ἐκπλαγέντες ἐπὶ τῇ τοῦ ἐγκεφάλου ἀνατομῇ, λέγοντες τὴν τοῦ παντὸς οὐσίαν καὶ δύναμιν καὶ πατρικὴν θειότητα ἀπὸ τῆς τοῦ ἐγκεφάλου διαθέσεως διδάσκεσθαι.

ὁ γὰρ ἐγκέφαλος κύριον μέρος ὦν τοῦ παντὸς σώματος ἐπίκειται ἀτρεμὴς καὶ ἀκίνητος, ἐντὸς ἑαυτοῦ ἔχων τὸ πνεῦμα. ἔστι μὲν οὖν ἡ τοιαύτη ἱστορία οὐκ ἀπίθανος, μακρὰν δὲ τῆς τούτων ἐπιχειρήσεως. ὁ μὲν γὰρ ἐγκέφαλος f. 26r ἀνατμηθεὶς ἔνδον ἔχει τὸ καλούμενον καμάριον, | οὗ ἑκατέρωθεν ὑμένες εἰσὶ λεπτοί, οὓς πτερύγια προσαγορεύουσιν, ἠρέμα ὑπὸ τοῦ πνεύματος κινούμενα καὶ πάλιν ἀπελαύνοντα τὸ πνεῦμα ἐπὶ τὴν παρευκεφαλίδα·

ὃ διατρέχον διά τινος ἀγγείου καλάμῳ ἐοικότος ἐπὶ τὸ κωνάριον χωρεῖ ᾧ πρόσκειται τὸ στόμ·ιον τῆς παρεγκεφαλίδος ἐκδεχόμενον τὸ διατρέχον πνεῦμα καὶ ἀναδιδὸν ἐπὶ τὸν νωτιαῖον λεγόμενον μυελόν, ὅθεν πᾶν τὸ σῶμα μεταλαμβάνει τὸ πνευματικὸν πασῶν τῶν ἀρτηριῶν δίκην κλάδου ἐκ τούτου τοῦ ἀγείου ἠρτημένων, οὗ τὸ πέρας ἐπὶ τὰ γεννητικὰ ἀγγεῖα τερματίζεται· ὅθεν καὶ τὰ σπέρματα ἐξ ἐγκεφάλου διὰ τῆς ὀσφύος χωροῦντα ἐκκρίνεται.

ἔστι δὲ τὸ σχῆμα τῆς παρεγκεφαλίδος ἐοικὸς κεφαλῇ δράκοντος, περὶ οὗ πολὺς ὁ λόγος τοῖς τῆς ψευδωνύμου γνώσεως« γίνεται, καθὼς ἐπιδείξομεν. ἕτεραι δὲ ἐκ τοῦ ἐγκεφάλου φύονται ἓξ συζυγίαι, αἳ περὶ τὴν κεφαλὴν διϊκνούμεναι συνέχουσι τὰ σώματα ἐν αὐτῇ περατούμεναι· ἡ δὲ ἑβδόμη ἐκ τῆς παρεγκεφαλίδος εἰς τὰ κάτω τοῦ λοιποῦ σώματος, καθὼς εἴπομεν.

καὶ περὶ τούτου δὲ πολὺς ὁ λόγος, ὅθεν καὶ Σίμων καὶ Οὐαλεντῖνος εὑρεθήσονται καὶ ἐντεῦθεν ἀφορμὰς εἰληφότες, καὶ εἰ μὴ ὁμολογοῖεν, ὄντες ὄντες πρῶτον ψεῦσται, εἶτα αἱρετικοί. ἐπεὶ οὖν καὶ ταῦτα δοκεῖ ἱκανῶς ἡμᾶς ἐκτεθεῖσθαι, πάντα δὲ τὰ δοκοῦντα εἶναι τῆς ἐπιγείου φιλοσοφίας δόγματα περιείληπται ἐν τέσσαρσι βιβλίοις, δοκεῖ ἐπὶ τοὺς τούτων χωρεῖν μαθητάς, μᾶλλον δὲ κλεψιλογους.

[*](1 vgl. VI 29, 6ff — 8ff vgl. V 17, 11. 12 — 23 I Tim. 6, 20)[*](2 κατ’ αὐτὰ Ρ, verb. Roeper 3 + ἣν Miller + τοῖς Miller 4 + καὶ ö. 7 πατρικὴν καὶ ~ ö. 12 τὸ Miller: τδν Ρ 14f παρακεφαλίδα Ρ 15 ὁ διατρέχων ἐοικότι Ρ 23f ἐπιδείξωμεν Ρ 26 <εἶσιν> εἰς? 27 ὅθεν] ὅτι We. 30 Μιν Diele, Dox. S. 559 32 nach kleinem Spatium φιλοσοφουμένων δ βιβλίον Ρ, nach kleinem Spatium folgt sofort τάδε ἔνεστιν)
77

Τάδε ἔνεσιν ἐν τῇ πέμπτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου.

Τίνα οἱ Ναασσηνοὶ λέγουσιν οἱ ἑαυτοὺς γνωστικοὺς ἀποκαλοῦντες, καὶ ὅτι ἐκεῖνα δογματίζουσιν ἃ πρότερον οἱ Ἑλλήνων φιλόσοφοι ἐδογμάτισαν καὶ οἱ τὰ μυστικὰ παραδόντες· ἀφ᾿ ὧν τὰς ἀφορμὰς λαβόντες αἱρέσεις συνεστήσαντο.

καὶ τίνα τὰ τοῖς Περάταις δοκοῦντα, καὶ ὅτι μὴ ἀπὸ τῶν ἁγίων γραφῶν τὸ δόγμα αὐτοῖς συνίσταται, ἀλλὰ ἀπὸ ἀστρολογικῆς.

τίς ὁ κατὰ τοὺς Σηθιανοὺς λόγος, καὶ ὅτι ἀπὸ τῶν καθ’ Ἐλληνας σοφῶν κλεψιλογήσαντες Μουσαίου καὶ Λίνου καὶ Ὀρφέως τὸ δόγμα ἑαυτῶν συνεκάττυσαν.

τίνα τὰ Ἰουστίνῳ δοκοῦντα, καὶ ὅτι μὴ ἀπὸ τῶν ἁγίων γραφῶν τὸ δόγμα αὐτῷ συνίσταται, ἀλλ᾿ ἐκ τῶν Ἡροδότου τοῦ ἱστοριογράφου τερατολογιῶν. ναασσηνοὶ έ].

Πάνυ νομίζω πεπονημένως τὰ δόξαντα πᾶσι τοῖς καθ᾿ Ἕλληνάς τε καὶ βαρβάρους <φιλοσόφοις> περί τε τοῦ θείου καὶ τῆς κόσμου δημιουργίας ἐκτεθεῖσθαι ἐν ταῖς πρὸ ταύτης τέσσαρσι βίβλοις, ὧν οὐδὲ τὰ περίεργα παραλείψας οὐ τὸν τυχόντα πόνον ἀναδέδεγμαι τοῖς ἐντυγχάνουσι, προτρεπόμενος πολλοὺς πρὸς φιλομάθειαν καὶ ἀσφάλειαν τῆς περὶ τὴν ἀλήθειαν γνώσεως.

περιλείπεται τοίνυν ἐπὶ τὸν τῶν αἱρέσεων ἔλεγχον ὁρμᾶν, οὗ) χάριν καὶ τὰ προειρημένα ἡμῖν ἐκτεθείμεθα· ἀφ᾿ ὡν τὰς ἀφορμὰς μετασχόντες οἱ αἱρεσιάρχαι δίκην παλαιορράφων συγ)καττύσαντες πρὸς τὸν ἔδιον νοῦν τὰ τῶν παλαιῶν σφάλματα ὡς καινὰ παρέθεσαν τοῖς πλανᾶσθαι δυναμένοις, | ὡς ἐν f. 27r τοῖς ἀκολούθοις δείξομεν.

τὸ λοιπὸν προκαλεῖται ἡμᾶς ὁ χρόνος ἐπὶ τὴν τῶν προκειμένων πραγματείαν χωρεῖν, ἄρξασθαι δὲ ἀπὸ τῶν τετολμηκότων τὸν αἴτιον τῆς πλάνης γενόμενον ὄφιν ὑμνεῖν διά τινων ἐφηυρημένων κατ’ αὐτοῦ ἐνέργειαν λόγων. οἱ οὖν ἱερεῖς καὶ προστάται τοῦ δόγματος γεγένηνται πρῶτοι <οἱ> ἐπικληθέντες [*](Titel rot über f. 26v 4 νασσηνοὶ Ρ 6 οἱ ö.: ὅτι Ρ 10 σηθειανοὺς Ρ κατ’ Ρ 11 κλεψολογήσαντες Ρ, doch s. Register μουσέου Ρ 14 αὐτῶν Ρ ἡρωδότου Ρ 16 κατ’ Ρ 17 + φιλοσόφοις ö. 18 ταῖς] τοῖς Ρ 19 παραλείψας ö.: ἀποκαλύψας Ρ, <παραλείφας ἀλλὰ πάντα> We. ἐνδέδειγμαι corr. in ἀναδέδεγμαι Ρ 22 οὗ ö.: Raum von 3—4 Lettern Ρ, τούτου Miller (Addenda) 23 μεταλαβόντες? Miller 24 statt κ ist τ kenntlich Ρ 25 κενὰ Ρ 30 + οἱ Miller)

78
σηνοί, τῇ Ἑβραΐδι φωνῇ οὕτως ὠνομασμένοι· νάας δὲ ὁ ὄφις καλεῖται·

μετὰ δὲ ταῦτα ἐπεκάλεσαν ἐαυτοὺς γνωστικούς, φάσκοντες μόνοι τὰ βάθη γινώσκειν· ἐξ ὡν ἀπομερισθέντες πολλοὶ πολυσχιδῆ τὴν αἵρεσιν ἐποίησαν <οὖσαν> μίαν, διαφόροις ὀνόμασι τὰ αὐτὰ ὡς διελέγξει προβαίνων ὁ λόγος. οὗτοι τῶν ἄλλων ἄλλων ἀπάντων † παρὰ τὸν αὐτῶν λόγον τιμῶσιν ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου.

ἔστι δὲ ἄνθρωπος οὑτος ἀρσενόθηλυς, καλεῖται δὲ Ἀδάμας παρ’ αὐτοῖς. ὕμνοι δὲ εἰς αὐτὸν γεγόνασι πολλοὶ καὶ ποικίλοι· οἱ δὲ ὕμνοι, ὡς δι’ ὀλίγων εἰπεῖν, λέγονται παρ᾿ αὐτοῖς τοιοῦτόν τινα τρόπον· ἀπὸ σοῦ πατὴρ καὶ διὰ σὲ μήτηρ, τὰ δύο ἀθάνατα ὀνόματα, αἰώνων γονεῖς, πολῖτα οὐρανοῦ, μεγαλώνυμε ἄνθρωπε«.

διαιροῦσι δὲ αὐτὸν ὡς Γηρυόνην τριχῇ· ἔστι γὰρ τούτου, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν, καὶ νομίζουσιν εἶναι τὴν γνῶσιν αὐτοῦ ἀρχὴν τοῦ δύνασθαι γνῶναι τὸν θεόν, λέγοντες οὕτως· »ἀρχὴ τελειώσεως γνῶσις ἀ(νθρώπου, θεοῦ δὲ) γνῶσις ἀπηρτισμένη τελείωσις‘.

ταῦτα δὲ πάντα, φησί, τὰ νοερὰ καὶ ψυχικὰ καὶ χοϊκὰ κεχώρηκε καὶ κατῆλθ(εν εἰ)ς ἴνα ἄνθρωπον ὁμοῦ, Ἰησοῦν τὸν ἐκ τῆς Μαρίας γεγενημένον· καὶ ἐλάλουν, φησίν, ὁμοῦ κατὰ τὸ αὐτὸ οἱ τρεῖς οὑτοι ἄνθρωποι ἀπὸ τῶν ἰδίων οὐσιῶν τοῖς ἰδίοις ἕκαστος. ἔστι γὰρ τῶν ὅλων τρία γένη κατ’ αὐτούς, ἀγγελικόν, ψυχικόν, χοϊκόν· καὶ τρεῖς ἐκκλησίαι. ἀγγελική, ψυχική, χοϊκή ὀνόματα δὲ αὐταῖς ἐκλεκτή, κλητή, αἰχμάλωτος.