Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ῥυὲν τὸ σημεῖον ἐπὶ μῆκος γίνεται γραμμὴ μετὰ τὴν ῥύσιν, πέρας ἔχουσα σημεῖον, γραμμὴ δὲ ἐπὶ πλάτος ῥυεῖσα ἐπίπεδον γεννᾷ, πέρατα δὲ τοῦ ἐπιπέδου γραμμαί, ἐπί- [*](7—9 S. zu S. 53, 23 — 11 über die der sphaera barbarica örigen s. Fr. Boll, ära S. 246 ff. 388 — 26-S. 75,1 vgl. z. B. Sext. Adv. math. III 19—21. VII 99. 100. IX 380f; Philo De opif. § 49 Cohn, De decal. § (De opif. mundi ed. Cohn, Vratislaviae 1889 S. 73f)) [*](1 δή ö.: δέ Ρ, > Miller 4 πρτιρτηςουρτοι falsch als Text von Ρ 7 οὐδὲν ö. 8 τὰ > ö. ümlich) 9 ἐπισημανῆ Ρ, verb. Miller 12 Ρ 13 ἢ <ἡ> Cruice (zweifelhaft, ob ἢ oder ἡ in P), wohl ἄστρων Cruice: ἀνθρώπων Ρ 14 γένεσις Cruice 15 συνιστᾶν < > ? vorher πειρῶνται vgl. S. 76, 5. 6 17 ἀλληνάλλως Ρ 18 διαλασσόνων Ρ 22 ἀριθμητικαὶ γεωμετρίαι Ρ, verb. Miller 24 οὗτοι Miller: τούτων Ρ)

75
πεδον δὲ ῥυὲν εἰς βάθος γίνεται σῶμα· στερεοῦ δὲ ὑπάρξαντος, οὕτως ἐξ ἐλαχίστου σημείου παντελῶς ἡ τοῦ μεγάλου σώματος ὑπέστη φύσις, καὶ τοῦτό ἐστιν ὃ λέγει Σίμων οὕτως· τὸ μικρὸν μέγα ἔσται, οἱονεὶ σημεῖον μεῖον ὄν, τὸ δὲ μέγα ἀπέραντον, κατακολουθῶν τῷ γεωμετρουμένῳ σημείῳ.

τῆς δὲ ἀριθμητικῆς κατὰ σύνθεσιν ἐχούσης τὴν φιλοσοφίαν σοφίαν ἀριθμὸς γέγονεν ἀρχή, ὅπερ ἐστὶν ἀόριστον, ἀκατάληπτον, ἔχων ἐν ἐαυτῷ πάντας τοὺς ἐπ᾿ ἄπειρον ἐλθεῖν δυναμένους ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ’ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶ μονὰς ἄρσην, γεννῶσα πατρικῶς τοὺς ἄλλους πάντας ἀριθμούς.

δεύτερον ἡ δυάς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται. τρίτον ἡ τριάς, ἀριθμὸς ἄρσην· οὗτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. ἐφ’ ἄπασι δὲ τούτοις ἡ τετράς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς οὐτος καὶ ἄρτιος καλεῖται, ὅτι θῆλύς ἐστι.

γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ του] γένους τέσσαρες ἀριθμὸς δὲ ἦν τὸ γένος ἀόριστος), ἀφ᾿ ὧν ὁ τέλειος αὐτοῖς ἀριθμὸς συνέστηκεν, ἡ δεκάς· τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται δέκα, ὡς προαποδέδεικται, ἐὰν ἐκάστῳ τῶν ἀριθμῶν φυλάττηται κατ’ οὐσίαν ὄνομα τὸ οἰκεῖον.