Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τούτοις χρώμενοι τοῖς λόγοις ἀπατᾶν νομίζουσι πολλούς, ὅσοι περιεργότερον τοῖς ἀστρολόγοις προσέχουσιν, ἐντεῦθεν τὴν θεοσέβειαν συνιστᾶν πειρώμενοι μακρὰν ἀπεμφαίνουσαν τῆς τούτων ὑπολήψεως. λήψεως. διό, ἀγαπητοί, φύγωμεν τὸ μικροθαύμαστον τοῦ ὄρνιθος τοῦ ὤτου· ταῦτα γὰρ καὶ τὰ τοιάδε ὄρχησίς ἐστι καὶ οὐκ ἀλήθεια.

οὐδὲ γὰρ τὰ ἄστρα ταῦτα δηλοῖ, ἀλλὰ ἰδίως οἱ ἄνθρωποι πρὸς ἐπισημείωσίν τινων ἄστρων ὀνόματα οὕτως ἐπεκάλεσαν, ἴνα αὐτοῖς ἐπίσημα ᾖ. τί γὰρ ἄρκτου ἢ λέοντος ἢ ἐρίφων ἢ ὑδροχόου ἢ Κηφέως ἢ Ἀνδρομέδας ἢ τῶν ἐν Ἅιδου ὀνομαζομένων εἰδώλων ὅμοιον ἔχουσιν ἀστέρες διεσπαρμένοι κατὰ τὸν οὐρανόν, πολὺ μεταγενεστέρων γεγενημένων τούτων τῶν ἀνθρώπων καὶ τῶν ὀνομάτων ἢ τῶν ἄστρων συνέστηκε γέννησις, ἵνα καὶ οἱ αἱρετικοὶ καταπλαγέντες τὸ θαῦμα οὕτως ἐξεργάσωνται διὰ τοιῶνδε λόγων τὰ ἴδια δόγματα συνιστᾶν;

Ἀλλ᾿ ἐπεὶ σχεδὸν πᾶσα αἵρεσις διὰ τῆς ἀριθμητικῆς τέχνης ἐφεῦρεν ἑβδομάδων μέτρα καὶ αἰώνων τινὰς προβολάς, ἄλλων ἄλλως τὴν τέχνην διασπώντων καὶ τοῖς ὀνόμασι μόνον διαλλασσόντων — τούτων δὲ αὐτοῖς διδάσκαλος γίνεται Πυθαγόρας, πρῶτος εἰς Ἕλληνας ἀπ’ Αἰγύπτου τοὺς τοιούτους ἀριθμοὺς παραδούς —, δοκεῖ μηδὲ τοῦτο παραλιπεῖν, ἀλλὰ διὰ συντόμου δείξαντας ἐπὶ τὴν τῶν ζητουμένων ἀπόδειξιν χωρῆσαι.

γεγόνασιν ἀριθμητι<κοὶ> καὶ οἷς μάλιστα τὰς ἀρχὰς παρεσχηκέναι δοκεῖ πρῶτος Πυθαγόρας· καὶ οὐτοι τῶν ἀριθμῶν εἰς ἄπειρον ἀεὶ προχωρεῖν δυναμένων τῷ πολυπλασιασμῷ καὶ τοῖς σχήμασι τὰς πρώτας ἔλαβον ἀρχὰς οἱονεὶ θεωρητὰς μόνῳ τῷ λόγῳ. γεωμετρίας γάρ, ὥς ἐστιν ἐνιδεῖν, σημεῖόν ἐστιν ἀρχὴ ἀμερές, ἀπ’ ἐκείνου δὲ τοῦ σημείου τῇ τέχνῃ ἡ τῶν ἀπείρων σχημάτων ἀπὸ τοῦ σημείου γένεσις εὑρίσκεται.