Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ὀ Κηφεύς, φησίν, αὐτοῦ ἐστι πλησίον καὶ ἡ Κασσιέπεια καὶ Ἀνδρομένδα καὶ ὁ Περσεύς, μεγάλα τῆς κτίσεως γράμματα τοῖς ἰδεῖν δυναμένοις. Κηφέα γάρ φησιν εἶναι τὸν Ἀδάμ, τὴν Κασσιέπειαν Εὔαν, τὴν Ἀνδρομέδαν τὴν ἀμφοτέρων τούτων ψυχήν, τὸν Περσέα Λόγον, πτερωτὸν Διὸς ἔγγονον, τὸ Κῆτος τὸ ἐπίβουλον θηρίον.

οὐκ ἐπ᾿ ἄλλον τινὰ τούτων, ἀλλ᾿ ἐπὶ μόνην τὴν Ἀνδρομέδαν ἔρχεται ὁ ἀποκτείνας τὸ θηρίον, οὗ καὶ τὴν Ἀνδρομέδαν πρὸς ἑαυτὸν λαβὼν ἔκδοτον δεδεμένην τῷ θηρίῳ ὁ λόγος, φησίν, ὁ Περσεὺς ῥύεται. Περσεὺς δέ ἐστιν ὁ ὑπόπτερος ἄζων, ὁ περαίνων ἑκατέρους τοὺς πόλους διὰ μέσης τῆς γῆς καὶ στρέφων τὸν κόσμον.